# Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera) Line vita

Anonymous, Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera), Line vita. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-7/scholia-in-dionysii-periegetae-orbis-descriptionem-scholia-vetera/Line%20vita

Περιηγητοὺ Διονυσίου βίος. L. Διονύσιος ὁ Περιηγητὴς γέγονεν υἱὸς Διονυσίου Ἀλεξανδρεύς. ABLV. γέγονε δὲ ἐπὶ τῶν Ῥωμαϊκῶν χρόνων μετὰ Αὔγουστον Καίσαρα ἢ ἐπὶ αὐτοῦ. ALV. (ἐπὶ τῶν Ῥωμιαϊκῶν σκήπτρων ὢν μετὰ Αὐγούστου Καίσαρος ἢ ἐπʼ αὐτοῦ. B.) φέρονται δὲ αὐτοῦ καὶ ἄλλα συγγράμματα· Λιθιακά, Ὀρνιθιακά, Βασσαρικά. ABLV. τοῦτο δὲ λέγεται εἶναι γνήσιον αὐτοῦ ποίημα καὶ τὰ Λιθιακά. LV. (λέγεται δὲ αὐτοῦ γνήσιον τοῦτο καὶ τὰ Λιθιακά. B.) διαφέρει δὲ γεωγραφία χωρογραφίας· ὅτι ἐν μὲν τῇ γεωγραφίᾳ τὰ καθόλου λέγεται, οὐκέτι δὲ τὰ μερικά· οἷον λέγει περὶ τῆς Αἰγύπτου, οὐκέτι δὲ μέμνηται καὶ τῶν κατὰ μέρος τόπων, οἷον πάσης πόλεως καὶ παντὸς ποταμοῦ· ἐν δὲ τῇ χωορογραφίᾳ πάντων μέμνηται τῶν πόλεων καὶ τῶν ποταμῶν. BLV. ὁ γοῦν Διονύσιος οὗτος ἐγένετο κατὰ Νέρωνα τὸν τῶν Ῥωμαίων βασιλέα. ἄδηλον δὲ πόθεν γέγονε καὶ τίνων γονέων. CV. ἄνεμοι εἰσὶ ιβ´· ἀπὸ μὲν τῆς ἀνατολῆς Ἀπηλιώτης, ἀπὸ δὲ δύσεως Ζέφυρος, ἀπὸ ἄρκτου Ἀπαρκτίας; ἀπὸ μεσημβρίας δὲ Νότος, μέσον δὲ ἀνατολῆς καὶ μεσημβρίας Εὖρος καὶ Εὐρόνοτος, ἀπὸ ἀνατολῆς ἐπὶ ἄρκτον Καικίας καὶ Βορρᾶς, ἀπὸ ἄρκτου ἐπὶ δύσιν Θρασκίας καὶ Ἰάπυξ, ἀπὸ δὲ μεσημβρίας ἐπὶ δύσιν Λιβόνοτος καὶ Λίψ. BV. (ἰστέον δὲ ὅτι ἄνεμοί εἰσι δώύδεκα, ἐγείρονται δὲ ἐκ τῶν τεσσάρων περάτων, ἀνατολῆς, δυσμοῦ, ἄρκτου καὶ μεσημβρίας· πρῶτος Ἀπηλιώτης, δεύτερος Καικίας, τρίτος Βορρᾶς ὁ καὶ Θρᾷξ, τέταρτος Ἀπαρκτίας, πέμπτος Θρασκίας, ἕκτος Ἰάπυξ, ἕβδομος Ζέφυρος, ὄγδοος Λίψ, ἔνατος Λιβόνοτος, δέκατος Νότος, ἑνδέκατος Εύρόνοτος δωδέκατος Εὖρος. L.) Ἐξήγησις εἰς τὴν τοῦ Διονυσίου οἰκουμένης περιήγησιν εἰδικῶς γραφεῖσα. B.

---

Anonymous, Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera), ed. Arthur Ludwich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5019.tlg002.local001/.
