Ancient Greek · ~1 min
Chapter 5
Anonymus, Didache XII Apostolorum 5.1
Not analysed yet
ʽΠ δὲ τοῦ θανάτου ὁδός ἐστιν αὕτη: πρῶτον πάντων πονηρά ἐστι καὶ κατάρας μεστή: φόνοι, μοιχεῖαι, ἐπιθυμίαι, πορνεῖαι, κλοπαί, εἰδωλολατρίαι, μαγεῖαι, φαρμακίαι, ἁρπαγαί, ψευδομαρτυρίαι, ὑποκρίσεις, διπλοκαρδία, δόλος, ὑπερηφανία, κακία, αὐθάδεια, πλεονεξία, αἰσχρολογία, ζηλοτυπία, θρασύτης, ὕψος, ἀλαζονεία.