# Didache XII Apostolorum 9

Anonymus, Didache XII Apostolorum, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymus-2/didache-xii-apostolorum/9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymus-2/didache-xii-apostolorum/9
CTS URN: urn:cts:greekLit:tlg1311.tlg001:9

Περὶ δὲ τῆς εὐχαριστίας, οὕτως εὐχαριστήσατε: πρῶτον περὶ τοῦ ποτηρίου: Εὐχαριστοῦμέν σοι, πάτερ ἡμῶν, ὑπὲρ τῆς ἁγίας ἀμπέλου Δαυεὶδ τοῦ παιδός σου, ἦς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου: σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. περὶ δὲ τοῦ κλάσματος: Εὐχαριστοῦμέν σοι, πάτερ ἡμῶν, ὑπὲρ τῆς ζωῆς καὶ γνώσεως, ἦς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου. σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. ὥσπερ ἦν τοῦτο τὸ κλάσμα διεσκορπισμένον ἐπάνω τῶν ὀρέων καὶ συναχθὲν ἐγένετο ἕν, οὕτω συναχθήτω σου ἡ ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν σὴν βασιλείαν. ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ ἡ δύναμις διὰ Ἰησοῦ Χριστοῦ εἰς τοὺς αἰῶνας. μηδεὶς δὲ φαγέτω μηδὲ πιέτω ἀπὸ τῆς εὐχαριστίας ὑμῶν, ἀλλ̓ οἱ βαπτισθέντες εἰς ὄνομα κυρίου: καὶ γὰρ περὶ τούτου εἴρηκεν ὁ κύριος: Μὴ δῶτε τὸ ἄγιον τοῖς κυσί.

---

Anonymus, Didache XII Apostolorum, ed. Kirsopp Lake. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1311.tlg001.local001/.
