# Ad Avircium Marcellum contra Cataphrygas 2.Ex eodem libro huius Operis.

Anonymus Ad Aviricium Marcellum Contra Cataphrygas, Ad Avircium Marcellum contra Cataphrygas, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymus-ad-aviricium-marcellum-contra-cataphrygas/ad-avircium-marcellum-contra-cataphrygas/2.Ex%20eodem%20libro%20huius%20Operis.

Καὶ μὴ λεγέτω ἐν τῷ αὐτῷ λόγῳ τῷ κατὰ Ἀστέριον Οὐρβανὸν τὸ διὰ Μαξιμίλλης πνεῦμα, διώκομαι ὡς λύκος ἐκ προβάτων· οὐκ εἰμὶ λύκος· ῥῆμα εἰμὶ καὶ πνεῦμα καὶ δύναμις. ἀλλὰ τὴν ἐν τῷ πνεύματι δύναμιν ἐναργῶς δειξάτω καὶ ἐλεγξάτω· καὶ ἐξομολογεῖσθαι διὰ τοῦ πνεύματος καταναγκασάτω τοὺς τότε παρόντας· εἰς τὸ δοκιμάσαι καὶ διαλεχθῆναι τῷ πνεύματι λαλοῦντι, ἄνδρας δοκίμους καὶ ἐπισκόπους, Ζωτικὸν ἀπὸ Κομάνης κώμης, καὶ Ἰουλιανὸν ἀπὸ Ἀπαμείας. ὧν οἱ περὶ Θεμίσωνα τὰ στόματα φιμώσαντες, οὐκ εἴασαν τὸ ψευδὲς καὶ λαοπλάνον πνεῦμα ὑπ’ αὐτῶν ἐλεγχθῆναι. ἐν ταυτῷ δὲ πάλιν ἕτερα μεταξὺ πρὸς ἔλεγχον τῶν τῆς Μαξιμίλλης ψυδοπροφητειῶν εἰπὼν, ὁμοῦ τόν τε χρόνον καθ’ ὃν ταῦτ’ ἔγραφε σημαίνει, καὶ τῶν προῤῥήσεων αὐτῆς μέμνηται, δι’ ὧν πολέμους ἔσεσθαι καὶ ἀκαταστασίας προεμαντεύσατο· ὧν καὶ τὴν ψευδολογίαν εὐθύνει ὧδε λέγων. Καὶ πῶς οὐ καταφανὲς ἤδη γέγονε καὶ τοῦτο τὸ ψεῦδος; πλείω γὰρ ἢ τρισκαίδεκα ἔτη εἰς ταύτην τὴν ἡμέραν, ἐξ οὗ τετελεύτηκεν ἡ γυνή· καὶ οὔτε μερικὸς, οὔτε καθολικὸς κόσμῳ γέγονε πόλεμος· ἀλλὰ καὶ Χριστιανοῖς μᾶλλον εἰρήνη διάμονος ἐξ ἐλέους Θεοῦ.

---

Anonymus Ad Aviricium Marcellum Contra Cataphrygas, Ad Avircium Marcellum contra Cataphrygas, ed. Martin Joseph Routh. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1131.tlg001.local001/.
