# Ad Avircium Marcellum contra Cataphrygas 2.Ex libro secundo huius Operis.

Anonymus Ad Aviricium Marcellum Contra Cataphrygas, Ad Avircium Marcellum contra Cataphrygas, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymus-ad-aviricium-marcellum-contra-cataphrygas/ad-avircium-marcellum-contra-cataphrygas/2.Ex%20libro%20secundo%20huius%20Operis.

Ἐπειδὰν τοίνυν καὶ προφητοφόντας ἡμᾶς ἀπεκάλουν, ὅτι μὴ τοὺς ἀμετροφώνους αὐτῶν προφήτας ἐδεξάμεθα· τούτους γὰρ εἶναι φασὶν οὕς περ ἐπηγγείλατο τῷ λαῷ πέμψειν ὁ Κύριος· ἀποκρινάσθωσαν ἡμῖν πρὸς Θεοῦ ἔστι τὶς, ὦ βέλτιστοι, τούτων τῶν ἀπὸ Μοντανοῦ καὶ τῶν γυναικῶν λαλεῖν ἀρξαμένων, ὅς τις ὑπὸ Ἰουδαίων ἐδιώχθη, ἢ ὑπὸ παρανόμων ἀπεκτάνθη; οὐδείς. οὐδέ γε τὶς αὐτῶν κρατηθεὶς ὑπὲρ τοῦ ὀνόματος ἀνεσταυρώθη; οὐ γὰρ οὖν· οὐδὲ μὴν οὐδὲ ἐν συναγωγαῖς Ἰουδαίων τῶν γυναικῶν τὶς ἐμαστιγώθη ποτὲ, ἢ ἐλιθοβολήθη; οὐδαμόσε οὐδαμῶς. ἄλλῳ δὲ θανάτῳ τελευτῆσαι λέγονται Μοντανός τε καὶ Μαξιμίλλα. τούτους γὰρ ὑπὸ πνεύματος βλαψίφρονος ἑκατέρους ὑποκινήσαντος, λόγος ἀναρτῆσαι ἑαυτούς· οὐχ’ ὁμοῦ κατὰ δὲ τὸν τῆς ἑκάστου τελευτῆς καιρὸν φήμη πολλή· καὶ οὕτω δὲ τελευτῆσαι καὶ τὸν βίον καταστρέψαι, Ἰούδα προδότου δίκην. καθάπερ καὶ τὸν θαυμαστὸν ἐκεῖνον τὸν πρῶτον τῆς κατ’ αὐτοὺς λεγομένης προφητείας οἷον ἐπίτροπον τινὰ Θεόδοτον, πολὺς αἱρεῖ λόγος, ὡς αἰρόμενόν ποτε καὶ ἀναλαμβανόμενον εἰς οὐρανοὺς, παρεκστῆναί τε καὶ καταπιστεῦσαι ἑαυτὸν τῷ τῆς ἀπάτης πνεύματι· καὶ δισκευθέντα, κακῶς τελευτῆσαι. φασὶ γοῦν τοῦτο οὕτω γεγονέναι. ἀλλὰ μὴ ἄνευ τοῦ ἰδεῖν ἡμᾶς ἐπίστασθαί τῶν τοιούτων νομίζομεν ὦ μακάριε. ἴσως μὲν γὰρ οὕτως, ἴσως δὲ οὐχ’ οὕτως τετελευτήκασι Μοντανός τε καὶ Θεόδοτος καὶ ἡ προειρημένη γυνή.

---

Anonymus Ad Aviricium Marcellum Contra Cataphrygas, Ad Avircium Marcellum contra Cataphrygas, ed. Martin Joseph Routh. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1131.tlg001.local001/.
