Ancient Greek
Section 3
Anonymus Ad Aviricium Marcellum Contra Cataphrygas, Ad Avircium Marcellum contra Cataphrygas 3.Ex libro tertio eiusdem Operis.
Not analysed yet
Ὅταν τοίνυν ἐν πᾶσι τοῖς εἰρημένοις ἐλεγχθέντες ἀπορήσωσιν, ἐπὶ τοὺς μάρτυρας καταφεύγειν πειρῶνται· λέγοντες πολλοὺς ἔχειν μάρτυρας, καὶ τοῦτο εἶναι τεκμηρίον πιστὸν τῆς δυνάμεως τοῦ παρ’ αὐτοῖς λεγομένου προφητικοῦ πνεύματος. τὸ δέ ἐστιν ἄρα ὡς ἔοικε παντὸς μᾶλλον οὐκ ἀληθές. καὶ γὰρ τῶν ἄλλων αἱρέσεων τινὲς, πλείστους ὅσους ἔχουσι μάρτυρας· καὶ οὐ παρὰ τοῦτο δήπου συγκαταθησόμεθα, οὐδὲ ἀλήθειαν ἔχειν αὐτοὺς ὁμολογήσομεν. καὶ πρῶτοί γε οἱ ἀπὸ τῆς Μαρκίωνος αἱρέσεως Μαρκιωνισταὶ καλούμενοι, πλείστους ὅσους ἔχειν Χριστοῦ μάρτυρας λέγουσιν· ἀλλὰ τόν γε Χριστὸν αὐτὸν κατὰ ἀλήθειαν οὐχ’ ὁμολογοῦσι. καὶ μετὰ βραχέα τούτοις ἐπιφέρει λέγων· Ὅθεν τοι καὶ ἐπειδὰν οἱ ἐπὶ τὸ τῆς κατὰ ἀλήθειαν πίστεως μαρτύριον κληθέντες ἀπὸ τῆς ἐκκλησίας τύχωσι μετά τινων τῶν ἀπὸ τῆς τῶν Φρυγῶν αἱρέσεως λεγομένων μαρτύρων, διαφέρονταί τε πρὸς αὐτοὺς, καὶ μὴ κοινωνήσαντες αὐτοῖς τελειοῦνται, διὰ τὸ μὴ βούλεσθαι συγκαταθέσθαι τῷ διὰ Μοντανοῦ καὶ τῶν γυναικῶν πνεύματι. καὶ ὅτι τοῦτο ἀληθὲς, καὶ ἐπὶ τῶν ἡμετέρων χρόνων ἐν Ἀπαμείᾳ τῇ πρὸς Μαιάνδρῳ τυγχάνει γεγενημένον, ἐν τοῖς περὶ Γάϊον καὶ Ἀλέξανδρον ἀπὸ Εὐμενείας μαρτυρήσασι, πρόδηλον.