Ancient Greek · ~7 min
Section 29, lines 29.1-29.44
ANONYMUS LONDINENSIS Med., Iatrica 29.1-44
Not analysed yet
ἐπει δὲ κατ᾿ ἴσον ὀρέγονται τῆς τροφῆς,
κατ’ ἴσον καὶτ̔ ἡ ἀνάδοσις ε[ἰς] ξ] αὐτ[ὰς] ων)]
δεύτερον δὲ αἱ μ(ὲν) ἀρτηρίαι, φ(ησίν), ον-
ταί τε καὶ διαστέλλονται τόν τε σφυγμὸν
ἀποδιδόασιν, αἱ δὲ φλέβες οὔτε συστέλ[λ]ονται
οὔτε διαστέλλονται οὐδὲ σφυγμωδῶς
κεινοῦνται. *ἐπεὶ τοιγ(άρ)τοι αἱ μὲν ἀρτηρί(αι)
σφυγμωδῶς κεινοῦνται, αἱ δὲ φλέβες
οὐ κεινοῦνται [σ]φυγμωδῶς, ταύτῃ ἐπὶ
ἀρτηριῶν [δὰι [τ]ὴν ὦσ[ιν ἐ]κ[εί]ν[η]ν] εὔ[λο]γον τὴν
ἀνάδοσιν ἤπερ ἐπὶ τ(ῶν) φλεβῶν διὰ τὴν
εἰρημένην α(ἰτίαν). **οὐκ ὀρθ[ῶ]ς 81 δὲ ὁ προκείμενος
ἀνὴρ ἐποίησεν, οὐ γ(ὰρ) ἐνόησεν, ὡς
εὐρυκοιλιώτεραί (εἰσιν) αἱ φλέβες παρὰ
ἀρτηρίας, εὐρυκοιλιώτεραι δὲ οὖσαι
πλείονα δεόντως ἕξουσι καὶ τὴν ἐν αὐταῖ[ς]
γινομένην ἀνάδοσιν. καὶ π(ρὸς) μ(ὲν) τὸ αݲ
τούτου κεφάλαιον τοῦτο καθήξει λέγειν,
πρὸς δὲ τὸ δεύτερον ἐροῦμ(εν), διότι [ωσπερ]
αἱ ἀρτηρίαι σφυγμωδῶς κεινοῦνται συστε[λ]-
όμεναι καὶ διαστελλόμεναι, ο(ὕτως) δὲ κεινούμεναι
ἐκθλείψουσιν εἰς τὸ ἐκτὸς τὴν τρο-
φήν]. εἰ δὲ ταῦτα ο(ὕτως) ἔχει, ὁμολογουμένως
ἐ[πι]συνάγεται, ὅτι πλείων ἀνάδοσις γί(νεται) τρο-
φῆ]ς εἰς τὰς φλέβας [ἤπερ] εἰς τὰς ἀρτηρίας. *
λογου]μένως κ[ἀ]κεῖνο δεῖ ὑπονοῆσαι, ὡς
[τροφὴ] παράκειται ἐν ταῖς ἀραιότησι τ(ῶν)
καὶ [τ(ῶν)] ἀρτηριῶν. καὶ κοινῶς ἐν πάση
τετμημένῃ κατὰ τὸ ἡμέτερον σῶμα
[πα]ράκειται τροφή, καὶ ἀνάδοσις γί(νεται) εἰς
ὁμο[λογ]ου[μ(έν)]ως τῶι ὅλωι σώματι, ὥστε καὶ
κ(ατὰ) τὰς κοιλότητας τ(ῶν) ἀρτηριῶν καὶ τ(ῶν)
φλεβῶν παράκειται τροφὴ καὶ ἀνάδοσις
[(γί(νεται)] αὐτῆς εἰς αὐτάς. **καὶ μὴν κἀ[κε]ῖνο
δεῖ ὑπολαβ[εῖ]ν, ὡς ἡ τροφὴ π[ᾶσ]α οὐ προσ-
[τίθε]ται ἀναδιδομένη τῶι ὅλωι
ἀ]λλὰ τὸ μ(ὲν) νόστιμον τὸ ἀπ᾿ αὐτῆς ἀνα-
δ]ίδοται καὶ π(ροσ)τίθεται τῶι σώματι, τὸ
δὲ ἀλλότ[ρ]ιον καὶ σκυβα[λ]ῶδ[ε]ς χωριζό-
[μ]ενον εἰς ἔντερα διὰ τ(ῶν) ἀποπάτ(ων)
κ]ρίν[εται. εἰ] γάρ τοι πᾶσα ἡ λαμβανομέν(η) τροφ(ὴ)]
ἀναλαμβαν[ομέν]η π(ροσ)ε[τ]ίθετο, εἶτα
μη]δεμ[ία] ἀπ᾿ αὐτῆς ἐγίνετο ἀπόκρι-
σις, κ]ἂν ἡ[μεῖ]ς ὑ[περ]φυεῖς κ[ατὰ] τε τὰ μεγέθ(η)