Ancient Greek · ~7 min
Section 31, lines 31.1-31.41
ANONYMUS LONDINENSIS Med., Iatrica 31.1-41
Not analysed yet
τὰ ἀποσπώμενα ἀπὸ τ(ῶν) ἀρωμάτ(ων). καὶ τοῦτο
δῆλον ἐπὶ τ(ῶν) πεπαλαιωμένων ἀρ[αι]ωνάτων·
ταῦτα γ(ὰρ) ἀσθενῆ καὶ οὐκ ἐνεργοῦ[σ]αν ἴσχει
τὴν δύναμιν διὰ τὸ πολλὴν γεγενῆσθαι ἀπ᾿ αὐτῶν
διὰ τὸν χρόνον ἀποφοράν, ἐξ ὧ[ν} συνάγεται
τὸ λεγόμενον. **καὶ ἀπὸ τ(ῶν) κρεῶν δὲ τἀτὸ ὑπομιμνήσκουσι
λέγοντες τὰ μ(ὲν) ἕωλα κουφότρα (εἶναι)
καὶ ὀλιγοτροφώτερα, τὰ δὲ πρόσφατα βα<ρύ>τερα
καὶ πολυτροφώτερα. καὶ τοῦτο δῆλον ἐπὶ τῆς
αὐτοψίας· σταθὲν γ(ὰρ) τὸ ἕωλον κρέας καταλήψῃ
κουφότερον, τὸ δὲ π(ρόσ)φατον βαρύτερον.
τίνος αἰ(τίας) γι(νομένης); δῆλον ὅτι τῶι ἀπὸ μ(ὲν) τ(ῶν) ἑώλων
πολλὴν γεγονέναι ἀποφοράν, ἀπὸ δὲ τ(ῶν) π(ροσ)φάτ(ων)
ὀλίγον, καὶ μὴ διαφέρειν ἢ κατὰ τὸ αἰσθητὸν
ἀπὸ τοῦ ὑποκειμένου ποιεῖσθαι ἀφαίρεσιν ἢ κ(ατὰ)
τὸ λόγωι θεωρητόν. **καὶ μὴν καὶ ἀπὸ τ(ῶν) ἄρτ(ων)
τἀτὸ κ(ατα)σκευάζουσιν· οἱ γ(ὰρ) θερμότεροι βαρύτεροί
τε καὶ πολυτροφ[ώ]τεροι, οἱ δὲ ψυχρότεροι
κουφότεροι καὶ ὀλιγοτροφώτεροι διὰ τὴν αὐτὴν
αἰτίαν. καὶ ταὐτὰ πιστοῦσιν οἱ ἀλ<ε>ῖπται· οὐκ
ποτε γὰρ π(ροσ)έφερον τοῖς ἀθληταῖς θερμούς τε
ἄρτους καὶ πρόσφατα κρέα, εἰ μὴ βαρύτερα ἦ<ν>
καὶ πολυτροφώτερα, τοὺς δὲ ψυχροτέρους
ἄρτους καὶ τὰ ἕωλα τ(ῶν) κρεῶν ἐξέκλεινον,
εἰ μὴ ὀλιγότροφα καὶ κοῦφα ὑ(πῆρχεν). **π(ρὸς) τούτους
λόγους ἀντιφέρονται οἱ Ἐμ(πειρικοὶ) λέγοντες· ῾οὺκ εἴ
τι ἀπό τινος ἀφαιρεῖται, ἐκεῖνο ὀφείλει κοῦφον
γί(νεσθαι), οὐδ᾿ εἴ τί τινι προστίθεται, ἐκεῖνο βαρύτερον
γί(νεται), ἀλλ᾿ (ἔστιν) ὅτε π(ροσ)θέσεως γινομένης
ὑποκείμενον κ(ατα)σκευάζεται κουφό<τερο>ν (ἔστιν)
καὶ ἀφαιρέσεως γενομένης τὸ ὑποκείμεν(ον)
γί(νεται) βαρύτερον ὠς ἐπὶ τῶν ἀσκῶν καὶ ἐπὶ τ(ῶν)
τετελευτηκότ(ων) ζώιων καὶ ἀνθέων. ᾿**καὶ αݲ
μ(ὲν) τ]οῦ ἀσκοῦ ὑπομιμνήσκουσιν· ῾ὁ ἀσκὸς
γενόμ(εν)ος χωρὶς πνεύματος βαβύτερός ἐστιν), πληρω(θεὶς0
[δὲ πνε]ύματος κουφότερος γί(νεται). καὶ τὰ
[ἐκ β τ]ούτ(ων) συνέστηκεν, ψυχῆς τε καὶ
καὶ ὅτε] μ(ὲν) ἀμφότερα ταῦτα πάρ(εστιν),κουφότ<ερό>ν (ἐστιν)
[τὸ ζῶ]ιον, ὅτε δὲ ἀφανίζεται ἀπὸ τοῦ
ἡ ψυχή,] βαρύτρον γί(νεται) τὸ σῶμα. ᾿*῾καὶ μήν, φ(ασίν),
[ὅτι] (ἔστιν) σῶμα ἡ ψυχή, οἱ πλείους