# Iatrica 33.1-38

Anonymus Londinensis, Iatrica, Section 33, lines 33.1-33.38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymus-londinensis-med/iatrica/33.1

τὸ ἀνὰ λόγον· γίν(εται) μ(ὲν) γ(ὰρ) καὶ ἐπὶ τῶν δενδρῶν ἀποφορὰ
τ(ῶν) ἀνθέων ου] π[λ]είων, αλλαδενδρων] ἐ[πὶ]
δὲ τ(ῶν) ἀφειρημέν(ων) [οὐ] πλείων. * καὶ ἐπὶ μ(ὲν) επι] τῶι
δένδρει καὶ ἡ κείνησις αὐτὴ ἀναλοῖ πλείω καὶ
ἔτι ἡ θερμασί[α] ἀναλοῖ ἱκανά, * ἐπὶ δὲ τῶν ἀποτετμημέν(ων)
καὶ μὴ ὑπὸ φύσεως διοικουμέν(ων) ἐλάσσω
τῶι μήτε κείνησιν μήτε θερμότητά τι<να> (εἶναι)
τίς οὖν ἡ αἰ(τία), παρ᾿ ἣν τὰ μ(ὲν) ἀποτμηθέντα ξηραίνεται,
τὰ δὲ ἐπὶ τῶι δένδρει οὐ ξηραίνεται; * σαφὴς
δὲ αὕτη καὶ φαινομένη· τὰ μ(ὲν) γ(ὰρ)] ἐπὶ [τῶι]
δρει οὐ ξηραίνεται τῶι π(ρὸς) λόγον τῆς ἀποφορᾶς
γί(νεσθαι) καὶ τὴν πρόσθεσιν. * * τὰ δὲ ἀποτμηθέντα ξηραίνεται
τῶι μηκέτι γί(νεσθαι) ὡς αὐτὰ π(ρόσ)θεσιν, ἐξ ὧρ σαφ]ὲς
ὡς καὶ ἀπὸ τ(ῶν) φυτ(ῶν) γί(νεται) ἀποφορά. * καὶ ἐπὶ τ[ὰ]
ἄλογα δὲ τ(ῶν) ζώιων καταβαίνουσι]. λαμβάνουσιν γ(ὰρ)τοὺς [θηρευ-]
τὰς κύνας, ὡς οὖτοι τῆι ἡινηλασίᾳ συν[θ]η-
ρεύουσι τὰ θηρία τρόπωι τούτωι· παραγίνονται
ἐπὶ τὰς ἀτραπούς, δι᾿ ὧν κεχώρη[κεν]
τὰ θηρία, καὶ τ(ῶν) ἀτραπῶν ὀδμωμέν[(ων)]
χωροῦσιν ἐπὶ τὴν θήραν. τίνος αἰ(τίας) γι(νομένης); δῆλον
ὅτι τῆς ἀπὸ τ(ῶν) θηρίων ἀποφορᾶς προσκαθιζούσης
π(ρὸς) τὰς ἀτραπούς. ταύτηι δὴ
καὶ ἐν τοῖς καταξήροις τόποις θῆραι οὐ γί(νονται),
ἐν μέντοι γε τοῖς χαυνοτέροις. καὶ ἡ αἰ(τία) π[ρό-]
κειται, ἐπειδήπερ τὰ ἀπὸ τ(ῶν) θηρίων σώματα
ἀποσκιδνάμενα π(ροσ)πείπτοντα μὲν γῇ ἀποκρότωι
καὶ [μη] καταξήρωι [τη]
χαυνοτέρᾳ δὲ π(ροσ)πεσόντα καὶ παραδεχομένῃ
φυλάσσεται καὶ διαμένει. ταύτῃ δὴ καὶ οἱ θηρ[ευ-]
ταὶ κύνες χωροῦντες καὶ ὀσφρώμενοι τῆς
ἀποφορᾶς τῆς ἀπὸ τ(ῶν) θηρίων τῶι περισώζεσθ(αι)
αὐτήν, εἶτα χωρήσαντες καταλαμβάνουσι
τὸ θηρίον καὶ αἱροῦσι. * ταύτηι δὴ καὶ ἐπὶ τ(ῶν)
ὑετ(ῶν) οὐ γί(νονται) ῥινηλασίαι κατὰ λόγον· ἐξαφανίζων γ(ὰρ) [ὁ ὄμ[βρος]]
τὰ ἀπὸ τ(ῶν) θηρίων σκιδνάμενα σώματα κωλυτήριος
γί(νεται) τῆς θήρας. καὶ τούτωι μ(ὲν) τῶι
τρόπωι γί(νονται) αἱ θῆραι. * * μάλιστα δὲ γί(νονται) καὶ ἐὰν σκύλ[ακες]
[κες] ἕπωνται τοῖς θηρίοις καὶ ἐὰν νέα ᾖ·

---

Anonymus Londinensis, Iatrica, ed. Hermann Diels. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0643.tlg001.local001/.
