# Iatrica 38.1-40

Anonymus Londinensis, Iatrica, Section 38, lines 38.1-38.40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymus-londinensis-med/iatrica/38.1

γὰρ τρόπον τὸ καστόρειον π(ροσ)οισθὲν τοῖς μυκτῆρσι
ῥώννυσι τὰς δυ(νάμεις) διεγεῖρον τὴν ψυχὴν καὶ ἐντεῖνον,
τὸν αὐτὸν καὶ οἱ ἀτμοὶ γι(νόμενοι) κατατασσονται
τωι σωματι]. ἀλ(λὰ) τοὐναντίον. τὸ μὲν καστόρειον, ὥσπερ εἶπον],
ῥώννυσιν τὰς δυ(νάμεις) διεγεῖρον τὴν ψυχ(ήν), οἱ δὲ ἀ[τμο]ὶ
οὐ διεγείροντες τὴν ψυχὴν ὠφελοῦσιν, ἀλ(λὰ) π(ροσ)κατατασσόμενοι
τοῖς σώμασιν. * * γελοῖος δ' ἐστὶν) ἁνήp.
οὑ γ(ὰρ), εἰ ἀμφότερα τὰ βοηθήματα διεγείρει τὰς δυ(νάμεις),
ταύτηι κωλυθήσεται τὸ ἕτερον π(ρος)κατατάσσεσθαι
τῶι σώματι. καὶ γ(ὰρ) δὴ ό τιλμὸς διεγείρει τὰς δυ(νάμεις) καὶ
αἱ πληγαί, ἀλ(λὰ) οὑχ ὁμοίως. διὰ μ(ὲν) γ(ὰρ) τ(ῶν) πληγῶν
καὶ τιλμῶν διεγείρονται αἱ δυ(νάμεις) καὶ φυλάσσουσι
τὰ ἐν τῶι σώματι καὶ οὐχὶ ἐῶσιν ἀφανίξεσθαι,
ἀλλὰ πυκνώσεως γινομένης τηρητικαὶ
γίνονται τοῦ τε πνεύματος καὶ τῆς ς.
ὑπὸ δὲ τοῦ καστορείου καὶ τ(ῶν) ὁμοίων ῥωννύμεναι
αἱ δυ(νάμεις) ὡς π(ρὸς) τὴν ὁσμὴν τὸ αὐτὸ ἐνεργοῦσι, * * ὑπὸ
μέντοι γε τ(ῶν) ἀτμῶν ῥωννύμεναι αἱ δυ(νάμεις) καὶ
προστρεφόμεναι προσανακύπτουσιν. * δῆλον
τοιμ(ἀρ)τοι, ὡς ἀπὸ τ(ῶν) ἀτμῶν ῥώννυνται αἱ δυ(νάμεις)
ἀφικνουμέν(ων) τ(ῶν) ἀ[υ]τμῶν διὰ τ(ῶν) λόγωι θεωρητ(ῶν)
πόρων, ἐξ ὦν ὁμολογουμένως κατασκευάξ(ουσιν),
ὡς καὶ εἰσκρίνεταί τινα εἰς ἡμᾶς διὰ τ(ῶν) λόγωι
θεωρητ(ῶν) πόρων τῆς σαρκός. * * ἄλλως τε ξητεῖται,
πῶς θερμαίνεται ἡμῶν τὰ σώματα· δὴλον γ(ὰρ)
ὡς τῆς θερμασίας εἰσκρινομένης εἰς τὰ ἡμέτερα
σώματα λ[αὶ] ἀλεαινομέν(ων) πρὸς αὐτῆς. εἰ δὲ εἰσκρίνεταί
τις θερμασία εἰς ἡμᾶς, πῶς δῆτα εἰσκρίνεται;
σῶμα γ(ὰρ) αὕτη, σῶμα δὲ διὰ σὠματος οὐκ εἰςκρίνεται.
οὐκοῦν διά τιν(ων) εὐρυχωριῶν; * εἰ τοῦτο,
πόπους τοιγ(άρ)τοι χρῆν ἀπολιπεῖν λόγωι ρητούς,
δι' ὦν εἰσκριθήσεται ἡ θερμασία. * ἐχομένω(ς), φ(ησίν)],
καὶ ἐπὶ τοῦ χειμῶνος ψυχρότερα ἡμῶν ἐστιν) τὰ
σώματα [το] τῶι τὸν ἀέρα ψυχρὸν ὄντα
εἰσιόντα εἰς ἡμᾶς κ(ατα)ψύχειν ἡμᾶς. * ταύτῃ
γέ τοι ἐπὶ τούτ(ων) διαπορεῖται, τί δήποτε τὁ ἐκ τ(ῶν)
βαλανείων ἐξερχόμενοι καὶ ὑπὸ τῶι ἀέρι γενό(μενοι)
εὐθέως κ(ατα)ψύχονται, * οἱ μ(έν)<τοι> Τε μετὰ τὸ
περιχεάμενοι ψυχρῶι ἐν τῶι βαλανείωι, εἶτα
ἐν τῆι αἰθρίᾳ γενόμενοι ἦττον καταψύχονται.

---

Anonymus Londinensis, Iatrica, ed. Hermann Diels. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0643.tlg001.local001/.
