# Iatrica 6

Anonymus Londinensis, Iatrica, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymus-londinensis-med/iatrica/6

τὴν πέψιν θερμότης π(ρὸς) πολλῶν [ὄ]ντ(ων)
προσαρμάτων οὐκ ἐνεργεῖ τὴv πέ[ψ]ιν·
ἀπ[ὸ] δὲ τοῦ ταύτην παραποδίζεσθαι
πε[ρ]ισσώματα γί(νεται). ὅταν δὲ ποικίλα
ᾖ τὰ π(ροσ)ενεχθέντα, στασιάζει ἐν τῆι
κοιλίᾳ πρὸς ἑαυτά, καὶ κατὰ τὸν στασιασμὸν
μεταβολὴ εἰς περισσώματα. ὅταν
μέντοι γε ἐλάχιστα καὶ δυσκατέργαστα
ᾖ οὕτως παραποδισμὸς γί(νεται) τῆς πέψεω(ς)
διὰ τὴν δυσκατεργασίαν καὶ οὕτως
μεταβολὴ εἰς περισσώματα· ἐγ δὲ τῶν
περισσωμάτ(ων) ἀναφέρονται φῦσαι· αἱ δὲ
ἀν[ε]νεχθεῖσαι ἐπιφέρουσι τὰς νόσους. [ταῦτα δὲ ἔφησεν
κει[ν]ηθεὶς δόγματι τοιούτῳ· τὸ γ(ὰρ) πνεῦμ(α)
ἀναγκαιότατον καὶ κυριώτατον ἀπολείπει
τ(ῶν) ἐν ἡμῖν, ἐπειδή γε παρὰ τὴν τούτου
εὔροιαν ὑγίεια γί(νεται), παρὰ δὲ τὴν δύσροιαν
νόσοι. δίκην τε ἐπέχειν ἡμᾶς φυτῶν·
ὡς γὰρ ἐκεῖνα π(ροσ)ερρίζωται τῆι γῆι, οὕτως
κ[αὶ αὐ]τοὶ π(ροσ)ερριζώμεθα πρὸς τὸν ἀέρα
κατά τε τὰς ῥῖνας καὶ κατὰ τὰ ὅλα σώματα.
ἐοικέναι μέν γε φυτοῖς ἐκείνοις, <οἳ>
καλοῦνται. ὥσπερ γὰρ ἐκεῖνοι προσερριζωμένοι
τῶι ὑγρῶι μεταφέρονται
νῦν μ(ὲν) επὶ τοὺτο τὸ ὑγρόν, νῦν δὲ ἐπὶ τοῦτο,
οὕτως καὶ αὐτοὶ οἱονεὶ φυτὰ ὄντες
προσερριζώμεθα π(ρòς) τὸν ἀέρα καὶ ἐν
κεινήσει ἐσμ(ὲν) μεταχωροῦντες νῦν
μὲν ἐπὶ τάδε, οὖδις δὲ ἐπ’ ἄλλην.
εἰ δὲ ταῦτα, φανερὸν ὡς κυριώτατόν (ἐστιν)
τὸ πνεῦμα. τούτ(ων) ἐκκειμέν(ων), ὅταν γέν(ηται)
περισσώμα<τα>, ἀπὸ τούτων γί(νονται) φῦσαι, αἳ δὴ
τὰς νόσους ἀποτελοῦσι· παρά τε τὴν
διαφορὰν τ(ῶν) [φ]υσῶν ἀποτελοῦνται αἱ
[σαι]. ἐὰν μ(ὲν) γὰρ πολλαὶ ὦσί,
ἐὰν δὲ ἐλάχισται, πάλι νόσους ἐπιφέρουσι·
παρά τε τὴv μεταβολὴν τῶν φυσῶ(ω)
γίνονται αἱ νόσοι· διχῶς δὲ μεταβάλλουσιν
ἢ ἐπὶ τὸ ὑπέρμετρον θερμὸν
ἢ ἐπὶ τὸ ὑπ[έ]ρμετρον ψυχρόν. καὶ ὁποίως ἂν
γ[έ]νηται ἡ μεταβολή, νόσους ἀποτελεῖ.
[καὶ ὡ]ς μ(ὲv) ὁ ’Αριστοτέλης
περὶ ‘Ιπ[ποκράτο]υς, ταῦτα. * * ὡς δὲ
αὐτὸς ‘Ιπποκράτης λέγει, γί(νεσθαι) τὰς νόσους
[π(αρὰ) τὰς διαφορὰς τ(ῶν) ἐν τῇ συστά]σει

---

Anonymus Londinensis, Iatrica, ed. Hermann Diels. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0643.tlg001.local001/.
