Ancient Greek · ~5 min
Book 1, lines 1.1-1.9
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 1.1-9
Not analysed yet
ἃς οἱ πλάνοι καθεῖλον ἐνθάδʼ εἰκόνας
ἄνακτες ἐστήλωσαν εὐσεβεῖς πάλιν.
θεῖος Ἰουστῖνος, Σοφίης πόσις, ᾧ πόρε Χριστὸς
πάντα διορθοῦσθαι, καὶ κλέος ἐν πολέμοις,
μητρὸς ἀπειρογάμοιο δόμον σκάζοντα νοήσας,
σαθρὸν ἀποσκεδάσας τεῦξέ μιν ἀσφαλέως.
ὁ πρὶν Ἰουστῖνος περικαλλέα δείματο νηὸν
τοῦτον μητρὶ Θεοῦ, κάλλεϊ λαμπόμενον·
ὁπλότερος δὲ μετʼ αὐτὸν Ἰουστῖνος βασιλεύων
κρείσσονα τῆς προτέρης ὤπασεν ἀγλαΐην.
τοῦτον Ἰωάννῃ, Χριστοῦ μεγάλῳ θεράποντι,
Στούδιος ἀγλαὸν οἶκον ἐδείματο· καρπαλίμως δὲ
τῶν κάμεν εὕρετο μισθόν, ἑλὼν ὑπατηίδα ῥάβδον.
τόνδε Θεῷ κάμες οἶκον, Ἀμάντιε, μεσσόθι πόντου,
τοῖς πολυδινήτοις κύμασι μαρνάμενος.
οὐ νότος, οὐ βορέης ἱερὸν σέο δῶμα τινάξει,
νηῷ θεσπεσίῳ τῷδε φυλασσόμενον.
ζώοις ἤματα πολλά· σὺ γὰρ νεοθηλέα Ῥώμην,
πόντῳ ἐπαΐξας, θήκαο φαιδροτέρην.
Σφωράκιος ποίησε φυγὼν φλόγα μάρτυρι νηόν.
Σφωράκιε, ζώοντι φίλα θρεπτήρια τίνων
γήθεεν Ἀντόλιος, σὸς ἀνεψιός· οἰχομένῳ δὲ
αἰεί σοι γεραρὴν τελέει χάριν ὥστε καὶ ἄλλην
εὗρε, καὶ ἐν νηῷ σ’ ἀνεθήκατο, τὸν κάμες αὐτός.
Χριστὸν παμβασιλῆα φίλοις καμάτοισι γεραίρων
τοῦτον Ἰουστινιανὸς ἀγακλέα δείματο νηὸν
Πέτρῳ καὶ Παύλῳ· θεράπουσι γὰρ εὖχος ὀπάζων
αὐτῷ δή τις ἄνακτι φέρει πολυκυδέα τιμήν,
ἐνθάδε καὶ ψυχῇ καὶ ὄμμασι κέρδος ἑτοῖμον
εὐχαῖσιν μὲν ἕκαστος ὅ τι χρέος ἐστὶν ἑλέσθω,
τερπέσθω δὲ ὁρῶν κάλλος καὶ δώματος αἴγλην.
καὶ τόδε σῶν καμάτων παναοίδιμον ἔργον ἐτύχθη,
Γερράδιε κλυτόμητι· σὺ γὰρ περικαλλέα νηὸν
ἀγγελικῆς στρατιῆς σημάντορος αὖτις ἔδειξας.