# Ἀνθολογία, Volume V 1.10.1-57

Anthologia Graeca, Ἀνθολογία, Volume V, Book 1, lines 1.10.1-1.10.57. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anthologia-graeca/volume-v/1.10.1

Εὐδοκίη μὲν ἄνασσα Θεὸν σπεύδουσα γεραίρειν,
πρώτη νηὸν ἔτευξε θεοφραδέος Πολυεύκτου
ἀλλʼ οὐ τοῖον ἔτευξε καὶ οὐ τόσον οὔ τινι φειδοῖ,
οὐ κτεάτων χατέουσα — τίνος βασίλεια χατίζει; —
ἀλλʼ ὡς θυμὸν ἔχουσα θεοπρόπον, ὅττι γενέθλην
καλλείψει δεδαυῖαν ἀμείνονα κόσμον ὀπάζειν.
ἔνθεν Ἰουλιανή, ζαθέων ἀμάρυγμα τοκήων,
τέτρατον ἐκ κείνων βασιλήιον αἷμα λαχοῦσα,
ἐλπίδας οὐκ ἔψευσεν ἀριστώδινος ἀνάσσης·
ἀλλά μιν ἐκ βαιοῖο μέγαν καὶ τοῖον ἐγείρει,
κῦδος ἀεξήσασα πολυσκήπτρων γενετήρων
πάντα γὰρ ὅσσα τέλεσσεν ὑπέρτερα τεῦξε τοκήων,
ὀρθὴν πίστιν ἔχουσα φιλοχρίστοιο μενοινῆς.
τίς γὰρ Ἰουλιανὴν οὐκ ἔκλυεν, ὅττι καὶ αὐτοὺς
εὐκαμάτοις ἔργοισιν ἑοὺς φαίδρυνε τοκῆας,
εὐσεβίης ἀλέγουσα; μόνη δʼ ἱδρῶτι δικαίῳ
ἄξιον οἶκον ἔτευξεν ἀειζώῳ Πολυεύκτῳ.
καὶ γὰρ ἀεὶ δεδάηκεν ἀμεμφέα δῶρα κομίζειν
πᾶσιν ἀεθλητῆρσιν ἐπουρανίου βασιλῆος.
πᾶσα χθὼν βοάᾳ, πᾶσα πτόλις, ὅττι τοκῆας
φαιδροτέρους ποίησεν ἀρειοτέροισιν ἐπʼ ἔργοις,
ποῦ γὰρ Ἰουλιανὴν ἁγίοις οὐκ ἔστιν ἰδέσθαι
νηὸν ἀναστήσασαν ἀγακλέα; ποῦ σέο μούνης
εὐσεβέων οὐκ ἔστιν ἰδεῖν σημήια χειρῶν;
ποῖος δʼ ἔπλετο χῶρος, ὃς οὐ μάθε σεῖο μενοινὴν
εὐσεβίης πλήθουσαν; ὅλης χθονὸς ἐνναετῆρες
σοὺς καμάτους μέλπουσιν ἀειμνήστους γεγαῶτας.
ἔργα γὰρ εὐσεβίης οὐ κρύπτεται· οὐ γὰρ ἀέθλους
λήθη ἀποσβέννυσιν ἀριστοπόνων ἀρετάων.
ὅσσα δὲ σὴ παλάμη θεοπειθέα δώματα τεύχει
οὐδʼ αὐτὴ δεδάηκας· ἀμετρήτους γάρ, ὀίω,
μούνη σὺ ξύμπασαν ἀνὰ χθόνα δείμαο ναούς,
οὐρανίου θεράποντας ἀεὶ τρομέουσα Θεοῖο.
ἴχνεσι δʼ εὐκαμάτοισιν ἐφεσπομένη γενετήρων
πᾶσιν, ἀειζώουσαν ἑὴν τεκτήνατο φύτλην,
εὐσεβίης ξύμπασαν ἀεὶ πατέουσα πορείην.
τοὔνεκά μιν θεράποντες ἐπουρανίου βασιλῆος,
ὅσσοις δῶρα δίδωσιν, ὅσοις δωμήσατο νηούς,
προφρονέως ἐρύεσθε σὺν υἱέι, τοῖό τε κούραις·
μίμνοι δʼ ἄσπετον εὖχος ἀριστοπόνοιο γενέθλης,
εἰσόκεν ἠέλιος πυριλαμπέα δίφρον ἐλαύνει.
ποῖος Ἰουλιανῆς χορὸς ἄρκιός ἐστιν ἀέθλοις,
ἣ μετὰ Κωνσταντῖνον ἑῆς κοσμήτορα Ῥώμης,
καὶ μετὰ Θευδοσίου παγχρύσεον ἱερὸν ὄμμα,
καὶ μετὰ τοσσατίων προγόνων βασιληίδα ῥίζαν,
ἄξιον ἧς γενεῆς καὶ ὑπέρτερον ἤνυσεν ἔργον
εἰν ὀλίγοις ἔτεσιν; χρόνον ἥδʼ ἐβιήσατο μούνη,
καὶ σοφίην παρέλασσεν ἀειδομένου Σολομῶνος,
νηὸν ἀναστήσασα θεηδόχον, οὗ μέγας αἰὼν
οὐ δύναται μέλψαι χαρίτων πολυδαίδαλον αἴγλην
οἷος μὲν προβέβηκε βαθυρρίζοισι θεμέθλοις,
νέρθεν ἀναθρώσκων καὶ αἰθέρος ἄστρα διώκων
οἷος δʼ ἀντολίης μηκύνεται ἐς δύσιν ἕρπων,
ἀρρήτως Φαέθοντος ὑπαστράπτων ἀμαρυγαῖς,
τῇ καὶ τῇ πλευρῇσι· μέσης δʼ ἑκάτερθε πορείης
κίονες ἀρρήκτοις ἐπὶ κίοσιν ἑστηῶτες
χρυσορόφου ἀκτῖνας ἀερτάζουσι καλύπτρης.

---

ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V, ed. William Roger Paton. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg7000.tlg001.local002/.
