# Ἀνθολογία, Volume V 1.10.58-76

Anthologia Graeca, Ἀνθολογία, Volume V, Book 1, lines 1.10.58-1.10.76. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anthologia-graeca/volume-v/1.10.58

κόλποι δʼ ἀμφοτέρωθεν ἐπʼ ἀψίδεσσι χυθέντες
φέγγος ἀειδίνητον ἐμαιώσαντο σελήνης·
τοῖχοι δʼ ἀντιπέρηθεν ἀμετμήτοισι κελεύθοις
θεσπεσίους λειμῶνας ἀνεζώσαντο μετάλλων,
οὓς φύσις ἀνθήσασα μέσοις ἐνὶ βένθεσι πέτρης
ἀλγλαΐην ἔκλεπτε, Θεοῦ δʼ ἐφύλασσε μελάθροις,
δῶρον Ἰουλιανῆς, ἵνα θέσκελα ἔργα τελέσσῃ
ἀχράντοις κραδίης ὑπὸ νεύμασι ταῦτα καμοῦσα.
τίς δὲ φέρων θοὸν ἴχνος ἐπὶ ζεφυρηίδας αὔρας
ὑμνοπόλος σοφίης, ἑκατὸν βλεφάροισι πεποιθώς,
τοξεύσει ἑκάτερθε πολύτροπα δήνεα τέχνης,
οἶκον ἰδὼν λάμποντα, περίδρομον, ἄλλον ἐπʼ ἄλλῳ,
ἔνθʼ ἵνα καὶ γραφίδων ἱερῶν ὑπὲρ ἄντυγος αὐλῆς
ἔστιν ἰδεῖν μέγα θαῦμα, πολύφρονα Κωνσταντῖνον,
πῶς προφυγὼν εἴδωλα θεημάχον ἔσβεσε λύσσην,
καὶ Τριάδος φάος εὗρεν ἐν ὕδασι γυῖα καθήρας.
τοῖον Ἰουλιανή, μετὰ μυρίον ἑσμὸν ἀέθλων,
ἤνυσε τοῦτον ἄεθλον ὑπὲρ ψυχῆς γενετήρων,
καὶ σφετέρου βιότοιο, καὶ ἐσσομένων καὶ ἐόντων.

---

ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V, ed. William Roger Paton. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg7000.tlg001.local002/.
