Ancient Greek · ~4 min
Book 1
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 1.119
Not analysed yet
βίβλος Πατρικίοιο θεουδέος ἀρητῆρος,
ὃς μέγα ἔργον ἔρεξεν, ὁμηρείης ἀπὸ βίβλου
κυδαλίμων ἐπέων τεύξας ἐρίτιμον ἀοιδήν,
πρήξιας ἀγγέλλουσαν ἀνικήτοιο Θεοῖο·
ὡς μόλεν ἀνθρώπων ἐς ὁμήγυριν, ὡς λάβε μορφὴν
ἀνδρομέην, καὶ γαστρὸς ἀμεμφέος ἔνδοθι κούρης
κρύπτετο τυτθὸς ἐών, ὃν ἀπείριτος οὐ χάδε κύκλος·
ἠδʼ ὡς παρθενικῆς θεοκύμονος ἔσπασε μαζὸν
παρθενίοιο γάλακτος ἀναβλύζοντα ῥέεθρον
ὡς κτάνεν Ἡρώδης ἀταλάφρονας εἰσέτι παῖδας
νήπιος, ἀθανάτοιο Θεοῦ διζήμενος οἶτον
ὥς μιν Ἰωάννης λοῦσεν ποταμοῖο ῥεέθροις·
ὥς τε δυώδεκα φῶτας ἀμύμονας ἔλλαβʼ ἑταίρους·
ὅσσων τʼ ἄρτια πάντα Θεὸς τεκτήνατο γυῖα,
νούσους τʼ ἐξελάσας στυγερὰς βλεφάρων τʼ ἀλαωτύν,
ἠδʼ ὅππως ῥείοντας ἀπέσβεσεν αἵματος ὁλκοὺς
ἁψαμένης ἑανοῖο πολυκλαύτοιο γυναικός·
ἠδʼ ὅσσους μοίρῃσιν ὑπʼ ἀργαλέῃσι δαμέντας
ἤγαγεν ἐς φάος αὖθις ἀπὸ χθονίοιο βερέθρου·
ὥς τε πάθους ἁγίου μνημήια κάλλιπεν ἄμμιν
ὥς τε βροτῶν ὑπὸ χερσὶ τάθη κρυεροῖς ἐνὶ δεσμοῖς,
αὐτὸς ἑκών οὐ γάρ τις ἐπιχθονίων πολεμίζοι
ὑψιμέδοντι Θεῷ, ὅτε μὴ αὐτός γε κελεύοι·
ὡς θάνεν, ὡς Ἀίδαο σιδήρεα ῥῆξε θύρετρα,
κεῖθεν δὲ ψυχὰς θεοπειθέας οὐρανὸν εἴσω
ἤγαγεν ἀχράντοισιν ὑπʼ ἐννεσίῃσι τοκῆος,
ἀνστὰς ἐν τριτάτᾐ φαεσιμβρότῳ ἠριγενείῃ
ἀρχέγονον βλάστημα θεοῦ γενετῆρος ἀνάρχου.