Ancient Greek · ~2 min
Book 1
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 1.121
Not analysed yet
ἔδει γενέσθαι δευτέραν Θεοῦ πύλην
τῆς παρθένου τὸν οἶκον, ὡς καὶ τὸν τόκον
κιβωτὸς ὤφθη τῆς πρὶν ἐνθεεστέρα,
οὐ τὰς πλάκας φέρουσα τὰς θεογράφους,
ἀλλʼ αὐτὸν ἔνδον τὸν Θεὸν δεδεγμένη.
ἐνταῦθα κρουνοὶ σαρκικῶν καθαρσίων,
καὶ ψυχικῶν λύτρωσις ἀγνοημάτων
ὅσαι γάρ εἰσι τῶν παθῶν περιστάσεις,
βλύζει τοσαύτας δωρεὰς τῶν θαυμάτων.
ἐνταῦθα νικήσασα τοὺς ἐναντίους,
ἀνεῖλεν αὐτοὺς ἀντὶ λόγχης εἷσ’ ὕδωρ·
τροπῆς γὰρ ἀλλοίωσιν οὐκ ἔχει μόνην,
Χριστὸν τεκοῦσα καὶ κλονοῦσα βαρβάρους,