# Ἀνθολογία, Volume V 1.74-93

Anthologia Graeca, Ἀνθολογία, Volume V, Book 1, lines 1.74-1.93. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anthologia-graeca/volume-v/1.74

οὔνομα τῇ πηγῇ Ἐσταλμένος· ἀλλὰ τίς ἐκ τοῦ
ἔσταλται νοέεις, ὄφρα τέλεια βλέποις;
οὐ τύπος, ἀλλὰ Θεὸς καὶ νυμφίος ἐνθάδε νύμφην
σῴζει, τὴν ἐθνικήν, ὕδατος ἐγγὺς ἰδών.
τεῦξε μὲν ἀτρεκέως οἶνον Θεός· ὅσσα δὲ κρυπτὰ
θαύματος, εἰ Χριστοῦ πνεῦμά σ’ ἔχει, νοέεις.
βλύζει ἐλαιηρὴ κάλπις καὶ κίστη ἀλεύρου,
ἔμπεδον ἡ χήρη οὕνεκα πίστιν ἔχει.
πάντων ἀρχιερεὺς Πέτρος Θεοῦ ἀρχιερήων,
ὃς Θεοῦ ἐκ φωνῆς ἔλλαχε τοῦτο γέρας.
Παῦλος ἐπεὶ θεῖον σέλας οὐρανοῦ ἔδρακεν ἄντην,
φωτὸς ἀπειρεσίου γαῖαν ἔπλησεν ὅλην.
ἀρχιερεὺς Ἐφέσοιο θεηγόρος ἐκ Θεοῦ εἶπεν
πρῶτος Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος.
καὶ λαλέοντος ἄκουσε Λόγου καὶ πέφραδεν αὐτὸς
πρῶτος Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος.
οὐρανίης σοφίης θεοτερπὲς δῶμα κιχήσας
εἶπεν Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος.
γράψε Θεοῦ σαρκώσιος ἔξοχα θαύματα πάντα
Ματθαῖος σελίδεσσιν, ἐπεὶ λίπε δῶμα τελώνου.
ἀθανάτου βιότοιο τελεσφόρα ἔργματα Χριστοῦ
πυκτίου ἐν λαγόνεσσι σαφῶς ἐνέπασσέ γε Λουκᾶς.
οὐ κατʼ ἐπωνυμίην Αἰγύπτιον ἔλλαχε λαὸν
ὄρφνη, ἐπεὶ φωνῆς Μάρκου ἔδεκτο φάος.
παρθενίην Βασίλειος Ἰωάννου σοφίην τε
ἔλλαχεν, ἶσα λαχὼν καὶ τάδε Γρηγορίῳ.
οἰκτίρμων Οἰκτίρμων Πολύκαρπος ὃ καὶ θρόνον ἀρχιερῆος
ἔσχε καὶ ἀτρεκέως μαρτυρίης στεφάνους,
οὐρανίων θιάσων ἱεραρχικὰ τάγματα μέλψας,
μορφοφανῶν τε τύπων κρύφιον νόον εἰς φάος ἕλκων,
ζωοσόφων λογίων θεοτερπέα πυρσὸν ἀνάπτεις.
Νικόλεων Πολύκαρπος ἔχει σχεδόν, οὕνεκεν ἄμφω
εἰς ἔλεον παλάμας ἔσχον ἑτοιμοτάτας.
Κύρῳ, ἀκεστορίης πανυπέρτατα μέτρα λαχόντι,
καὶ τῷ Ἰωάννῃ, μάρτυσι θεσπεσίοις,
Σωφρόνιος, βλεφάρων ψυχαλγέα νοῦσον ἀλύξας,
βαιὸν ἀμειβόμενος τήνδʼ ἀνέθηκε βίβλον.
Ἰουστινιανὸν καὶ ἠγαθέην Θεοδώρην
στέψεν Ἰωάννης Χριστοῦ ἐφημοσύναις.
ἦν ὅτε Χριστὸς ἴαυεν ἐπʼ ὁλκάδος ἔμφυτον ὕπνον,
τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταος
δείματί τε πλωτῆρες ἀνίαχον “ἔγρεο, σῶτερ·
ὀλλυμένοις ἐπάμυνον.” ἄναξ δὲ κέλευεν ἀναστὰς
ἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως·
θαύματι δὲ φράζοντο Θεοῦ φύσιν οἱ παρεόντες.
Ζωογόνων ἀρετῶν τετρακτύος εἰκόνα λεύσσων,
σεῦε νόον πρὸς μόχθον ἑκούσιον εὐσεβίης γὰρ
ἱδρῶτες δεδάασιν ἀγήραον ἐς βίον ἕλκειν.

---

ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V, ed. William Roger Paton. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg7000.tlg001.local002/.
