Ancient Greek · ~7 min
Book 1, lines 1.94-1.105
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 1.94-105
Not analysed yet
νεύμασι θεσπεσίοις μετάρσιοι ἤλυθον ἄρδην,
ἐς δόμον ἀχράντοιο ἀμωμήτοιο γυναικὸς
κεκλόμενοι, μαθηταὶ ἀλλήλοισιν αἰγλήεντες,
οἱ μὲν ἀπʼ ἀντολίης, οἱ δʼ ἑσπερίοισιν γαίης,
ἄλλοι μεσημβρίης, ἕτεροι βαῖνον δʼ ἀπʼ ἀρκτῴων,
διζήμενοι κηδεῦσαι σῶμα τὸ σωσικόσμοιο.
σοί, μάκαρ, ἐκ σέο δῶκα τάπερ πόρες ἄμμιν ἄρηι.
τοῦτο γέρας λάχεν ἐσθλὸς Ἀμάντιος, ὡς βασιλῆι
πιστὸς ἐών, Χριστὸν δὲ θεουδείῃσιν ἰαίνων.
νηὸς ἐγὼ κύδιστος Ἰουστίνοιο ἄνακτος,
καὶ μʼ ὕπατος Θεόδωρος, ὁ καρτερός, ὁ τρὶς ὕπαρχος,
ἄνθετο καὶ βασιλῆι, καὶ υἱέι παμβασιλῆος,
Ἰουστινιανῷ, στρατιῆς ἡγήτορι πάσης.
ἔργον ὁρᾷς περίπυστον Ἰουστίνου βασιλῆος,
Ἰουστινιανοῦ τε μεγασθενέος στρατιάρχου,
λαμπόμενον στεροπῇσιν ἀμετρήτοιο μετάλλου·
τοῦτο κάμεν Θεόδωρος ἀοίδιμος, ὃς πόλιν ἄρας
τὸ τρίτον ἀμφιβέβηκεν ἔχων ὑπατηίδα τιμήν.
μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἵσταται ἀνήρ,
πάντοθεν ὀρνυμένους οὐ τρομέων ἀνέμους.
ἴχνια ῥιζώσας κίονι διχθάδια·
λιμῷ δʼ ἀμβροσίᾳ τρέφεται καὶ ἀπήμονι δίψῃ,
υἱέα κηρύσσων μητρὸς ἀπειρογάμου.
Νείλου μὲν ποταμοῖο ῥόος χθόνα οἶδε ποτίζειν,
Νείλου δʼ αὖ μοναχοῖο λόγος φρένας οἶδεν ἰαίνειν.
ἦν πάρος ἐν Πέρσῃσιν ἐγὼ μάγος Ἰσβοζήτης,
εἰς ὀλοὴν ἀπάτην ἐλπίδας ἐκκρεμάσας·
εὖτε δὲ πυρσὸς ἔδαπτεν ἐμὴν πόλιν, ἦλθον ἀρῆξαι,
ἦλθε δὲ καὶ Χριστοῦ πανσθενέος θεράπων
κείνῳ δʼ ἐσβέσθη δύναμις πυρός· ἀλλὰ καὶ ἔμπης
νικηθεὶς νίκην ἤνυσα θειοτέρην.
ὤ πάντων ἐπέκεινα —τί γὰρ πλέον ἄλλο σε μέλψω;
πῶς σὲ τὸν ἐν πάντεσσιν ὑπείροχον ἐξονομήνω;
πῶς δὲ λόγῳ μέλψω σὲ τὸν οὐδὲ λόγῳ περιληπτόν,
Μῶμε μιαιφόνε, σός σε κατέκτανε πικρὸς ὀιστός·
ῥύσατο γὰρ μανίης με τεῆς Θεὸς ὄλβιον οἶκον.
μάρτυρος Ἀκακίοιο, Ἀλεξάνδρου θʼ ἱερῆος
ἐνθάδε σώματα κεῖται, τάπερ χρόνος ὄλβιος ηὗρε.
ἡ μὲν σοφὴ δέσποινα τῆς οἰκουμένης,
ὑπʼ εὐσεβοῦς ἔρωτος ἠρεθισμένη,
πάρεστι δούλη, προσκυνεῖ δʼ ἑνὸς τάφον,
ἡ πᾶσιν ἀνθρώποισι προσκυνουμένη.
ὁ γὰρ δεδωκὼς τὸν θρόνον καὶ τὸν γάμον
τέθνηκεν ὡς ἄνθρωπος, ἀλλὰ ζῇ θεός·
κάτω μὲν ἠνθρώπιζεν ἦν δʼ ὡς ἦν ἄνω.