Ancient Greek · ~7 min
Book 5, lines 5.276-5.282
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.276-282
Not analysed yet
σοὶ τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, κομίζω,
χρυσεοπηνήτῳ λαμπόμενον γραφίδι
βάλλε δὲ σοῖς πλοκάμοισιν ἐφεσσαμένη δʼ ὑπὲρ ὤμων
στήθεϊ παλλεύκῳ τήνδε δὸς ἀμπεχόνην
ναὶ ναὶ στήθεϊ μᾶλλον, ὅπως ἐπιμάζιον εἴη
ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον.
καὶ τόδε μὲν φορέοις ἅτε παρθένος· ἀλλὰ καὶ εὐνὴν
λεύσσοις καὶ τεκέων εὔσταχυν ἀνθοσύνην,
ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην
καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων.
ἄρσενας ἄλλος ἔχοι· φιλέειν δʼ ἐγὼ οἶδα γυναῖκας,
ἐς χρονίην φιλίην οἷα φυλασσομένας.
οὐ καλὸν ἡβητῆρες ἀπεχθαίρω γὰρ ἐκείνην
τὴν τρίχα, τὴν φθονερήν, τὴν ταχὺ φυομένην.
αὐτή μοι Κυθέρεια καὶ ἱμερόεντες Ἔρωτες
τήξουσιν κενεὴν ἐχθόμενοι κραδίην,
ἄρσενας εἰ σπεύσω φιλέειν ποτέ· μήτε τυχήσω,
μήτʼ ἐπολισθήσω μείζοσιν ἀμπλακίαις.
ἄρκια θηλυτέρων ἀλιτήματα· κεῖνα κομίσσω,
καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκῳ.
δηθύνει Κλεόφαντις· ὁ δὲ τρίτος ἄρχεται ἤδη
λύχνος ὑποκλάζειν ἦκα μαραινόμενος.
αἴθε δὲ καὶ κραδίης πυρσὸς συναπέσβετο λύχνῳ,
μηδὲ μʼ ὑπʼ ἀγρύπνοις δηρὸν ἔκαιε πόθοις.
ἆ. πόσα τὴν Κυθέρειαν ἐπώμοσεν ἕσπερος ἥξειν,
ἀλλʼ οὔτʼ ἀνθρώπων φείδεται, οὔτε θεῶν.
ἦ ῥά γε καὶ σύ, Φίλιννα, φέρεις πόνον; ἦ ῥα καὶ αὐτὴ
κάμνεις, αὐαλέοις ὄμμασι τηκομένη;
ἢ σὺ μὲν ὕπνον ἔχεις γλυκερώτατον, ἡμετέρης δὲ
φροντίδος οὔτε λόγος γίνεται οὔτε ἀριθμός;
εὑρήσεις τὰ ὅμοια, τεὴν δʼ, ἀμέγαρτε, παρειὴν
ἀθρήσω θαμινοῖς δάκρυσι τεγγομένην.
Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος· ἓν δέ τι καλὸν
ἔλλαχεν, ἐχθαίρειν τὰς σοβαρευομένας.
χθιζά μοι Ἑρμώνασσα φιλακρήτους μετὰ κώμους
στέμμασιν αὐλείας ἀμφιπλέκοντι θύρας
ἐκ κυλίκων ἐπέχευεν ὕδωρ· ἀμάθυνε δὲ χαίτην,
ἣν μόλις ἐς τρισσὴν πλέξαμεν ἀμφιλύκην.
ἐφλέχθην δʼ ἔτι μᾶλλον ὑφʼ ὕδατος· ἐκ γὰρ ἐκείνης
λάθριον εἶχε κύλιξ πῦρ γλυκερῶν στομάτων.
ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῷ
τὴν ἀπὸ τῆς ἥβης οὐκ ἀπέθηκε χάριν,
ἀλλʼ ἔτι μαρμαίρουσι παρηίδες, ὄμμα δὲ θέλγειν
οὐ λάθε· τῶν δʼ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη·
μίμνει καὶ τὸ φρύαγμα τὸ παιδικόν. ἐνθάδε δʼ ἔγνων
ὅττι φύσιν νικᾶν ὁ χρόνος οὐ δύναται.