Ancient Greek · ~2 min
Book 5
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.286
Not analysed yet
Φράξεό μοι, Κλεόφαντις, ὅση χάρις, ὁππότε δοιοὺς
λάβρον ἐπαιγίζων ἶσος ἔρως κλονέει.
ποῖος ἄρης, ἢ τάρβος ἀπείριτον, ἠὲ τίς αἰδὼς
τούσδε διακρίνει, πλέγματα βαλλομένους;
εἴη μοι μελέεσσι τὰ Λήμνιος ἥρμοσεν ἄκμων
δεσμά, καὶ Ἡφαίστου πᾶσα δολορραφίη·
μοῦνον ἐγώ, χαρίεσσα, τεὸν δέμας ἀγκὰς ἑλίξας
θελγοίμην ἐπὶ σοῖς ἅψεσι βοσκόμενος
δὴ τότε καὶ ξεῖνός με καὶ ἐνδάπιος καὶ ὁδίτης,
πότνα, καὶ ἀρητήρ, χἠ παράκοιτις ἴδοι.