Ancient Greek · ~3 min
Book 5, lines 5.300-5.301
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.300-301
Not analysed yet
ὁ θρασὺς ὑψαύχην τε, καὶ ὀφρύας εἰς ἓν ἀγείρων
κεῖται παρθενικῆς παίγνιον ἀδρανέος·
ὁ πρὶν ὑπερβασίῃ δοκέων τὴν παῖδα χαλέπτειν,
αὐτὸς ὑποδμηθεὶς ἐλπίδος ἐκτὸς ἔβη.
καὶ ῥʼ ὁ μὲν ἱκεσίοισι πεσὼν θηλύνεται οἴκτοις·
ἡ δὲ κατʼ ὀφθαλμῶν ἄρσενα μῆνιν ἔχει.
παρθένε θυμολέαινα, καὶ εἰ χόλον ἔνδικον αἶθες,
σβέσσον ἀγηνορίην, ἐγγὺς ἴδες Νέμεσιν.
εἰ καὶ τηλοτέρω Μερόης τεὸν ἴχνος ἐρείσεις,
πτηνὸς Ἔρως πτηνῷ κεῖσε μένει με φέρει.
εἰ καὶ ἐς ἀντολίην πρὸς ὁμόχροον ἵξεαι Ἠῶ,
πεζὸς ἀμετρήτοις ἕψομαι ἐν σταδίοις.
εἰ δέ τι σοι στέλλω βύθιον γέρας, ἵλαθι, κούρη.
εἰς σὲ θαλασσαίη τοῦτο φέρει Παφίη, ˘
κάλλεϊ νικηθεῖσα τεοῦ χροὸς ἱμερόεντος,
τὸ πρὶν ἐπʼ ἀγλαΐῃ θάρσος ἀπωσαμένη.