# Ἀνθολογία, Volume V 6.286-291

Anthologia Graeca, Ἀνθολογία, Volume V, Book 6, lines 6.286-6.291. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anthologia-graeca/volume-v/6.286

τῆς πέζης τὰ μὲν ἄκρα τὰ δεξιὰ μέχρι παλαιστῆς
καὶ σπιθαμῆς οὔλης Βίττιον εἰργάσατο·
θάτερα δʼ Ἀντιάνειρα προσήρμοσε· τὸν δὲ μεταξὺ
Μαίανδρον καὶ τὰς παρθενικὰς Βιτίη.
κουρᾶν καλλίστη Διός, Ἄρτεμι, τοῦτο τὸ νῆμα
πρὸς ψυχῆς θείης, τὴν τριπόνητον ἔριν.
Ἄρτεμι, σοὶ ταύταν, ἐυπάρθενε, πότνα γυναικῶν,
τὰν μίαν αἱ τρισσαὶ πέζαν ὑφηνάμεθα.
καὶ Βιτίη μὲν τάσδε χοροιθαλέας κάμε κούρας,
λοξά τε Μαιάνδρου ῥεῖθρα παλιμπλανέος·
ξανθὰ δʼ Ἀντιάνειρα τὸν ἀγχόθι μήσατο κόσμον,
πρὸς λαιᾷ ποταμοῦ κεκλιμένον λαγόνι·
τὸν δέ νυ δεξιτερῶν νασμῶν πέλας ἰσοπάλαιστον
τοῦτον ἐπὶ σπιθαμῇ Βίττιον ἠνύσατο,
αἱ Λυκομήδευς παῖδες, Ἀθηνὼ καὶ Μελίτεια
καὶ Φιντὼ Γληνὶς θʼ, αἱ φιλοεργόταται,
ἔργων ἐκ δεκάτας ποτιθύμια, τόν τε πρόσεργον
ἄτρακτον, καὶ τὰν ἄτρια κριναμέναν
κερκίδα, τὰν ἱστῶν μολπάτιδα, καὶ τὰ τροχαῖα
πανία, † κερταστὰς τούσδε ποτιρρογέας,
καὶ † σπάθας εὐβριθεῖς πολυάργυρα· τὼς δὲ πενιχραὶ
ἐξ ὀλίγων ὀλίγην μοῖραν ἀπαρχόμεθα,
τῶν χέρας αἰέν, Ἀθάνα, ἐπιπλήσαις μὲν ὀπίσσω,
θείης δʼ εὐσιπύους ἐξ ὀλιγησιπύων.
Αὐτονόμα, Μελίτεια, Βοΐσκιον, αἱ Φιλολᾴδεω
καὶ Νικοῦς Κρῆσσαι τρεῖς, ξένε, θυγατέρες,
ἁ μὲν τὸν μιτόεργον ἀειδίνητον ἄτρακτον,
ἁ δὲ τὸν ὀρφνίταν εἰροκόμον τάλαρον,
ἁ δʼ ἅμα τὰν πέπλων εὐάτριον ἐργάτιν, ἱστῶν
κερκίδα, τὰν λεχέων Πανελόπας φύλακα,
δῶρον Ἀθαναίᾳ Πανίτιδι τῷδʼ ἐνὶ ναῷ
θῆκαν, Ἀθαναίας παυσάμεναι καμάτων.
ῥιπίδα τὴν μαλακοῖσιν ἀεὶ πρηεῖαν ἀήταις
Παρμενὶς ἡδίστῃ θῆκε παρʼ Οὐρανίῃ,
ἐξ εὐνῆς δεκάτευμα· τὸ δʼ ἠελίου βαρὺ θάλπος
ἡ δαίμων μαλακοῖς ἐκτρέπεται Ζεφύροις.
Βακχυλὶς ἡ Βάκχου κυλίκων σποδός, ἒν ποτενούσῳ
κεκλιμένα, Δηοῖ τοῖον ἔλεξε λόγον·
“ἢν ὀλοοῦ διὰ κῦμα φύγω πυρός, εἰς ἑκατόν σοι
ἠελίους δροσερᾶν πίομαι ἐκ λιβάδων,
ἀβρόμιος καὶ ἄοινος.” ἐπεὶ δʼ ὑπάλυξεν ἀνίην,
αὐτῆμαρ τοῖον μῆχος ἐπεφράσατο
τρητὸν γὰρ θεμένα χερὶ κόσκινον, εὖ διὰ πυκνῶν
σχοίνων ἠελίους πλείονας ηὐγάσατο.

---

ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V, ed. William Roger Paton. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg7000.tlg001.local002/.
