Ancient Greek · ~7 min
Book 6, lines 6.55-6.63
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.55-63
Not analysed yet
πειθοῖ καὶ Παφίᾳ πακτὰν καὶ κηρία σίμβλων
τᾶς καλυκοστεφάνου νυμφίος Εὐρυνόμας
Ἑρμοφίλας ἀνέθηκεν ὁ βωκόλος· ἀλλὰ δέχεσθε
ἀντʼ αὐτᾶς πακτάν, ἀντʼ ἐμέθεν τὸ μέλι.
Κισσοκόμαν Βρομίῳ Σάτυρον σεσαλαγμένον οἴνῳ
ἀμπελοεργὸς ἀνὴρ ἄνθετο Ληναγόρας·
τῷ δὲ καρηβαρέοντι δορήν, τρίχα, κισσόν, ὀπώπην,
πάντα λέγοις μεθύειν, πάντα συνεκλέλυται·
καὶ φύσιν ἀφθόγγοισι τύποις μιμήσατο τέχνη,
ὕλης ἀντιλέγειν μηδὲν ἀνασχομένης.
σοὶ τόδε πενταίχμοισι ποδῶν ὡπλισμένον ἀκμαῖς,
ἀκροχανές, φοινῷ κρατὶ συνεξερύσαν,
ἄνθετο δέρμα λέοντος ὑπὲρ πίτυν, αἰγιπόδη Πάν,
Τεῦκρος Ἄραψ, καὐτὰν ἀγρότιν αἰγανέαν.
αἰχμῇ δʼ ἡμιβρῶτι τύποι μίμνουσιν ὀδόντων,
ᾇ ἔπι βρυχητὰν θὴρ ἐκένωσε χόλον.
ὑδριάδες Νύμφαι δὲ σὺν ὑλονόμοισι χορείαν
στᾶσαν, ἐπεὶ καὐτὰς πολλάκις ἐξεφόβει.
λέκτρα μάτην μίμνοντα καὶ ἄπρηκτον σκέπας εὐνῆς
ἄνθετο σοί, Μήνη, σὸς φίλος Ἐνδυμίων,
αἰδόμενος· πολιὴ γὰρ ὅλου κρατέουσα καρήνου
οὐ σῴζει προτέρης ἴχνιον ἀγλαΐης.
τῇ Παφίῃ στεφάνους, τῇ Παλλάδι τὴν πλοκαμῖδα,
Ἀρτέμιδι ζώνην ἄνθετο Καλλιρόη·
εὕρετο γὰρ μνηστῆρα τὸν ἤθελε, καὶ λάχεν ἥβην
σώφρονα, καὶ τεκέων ἄρσεν ἔτικτε γένος.
ἀντὶ βοὸς χρυσέου τʼ ἀναθήματος Ἴσιδι τούσδε
θήκατο τοὺς λιπαροὺς Παμφίλιον πλοκάμους·
ἡ δὲ θεὸς τούτοις γάνυται πλέον, ἤπερ Ἀπόλλων
χρυσῷ, ὃν ἐκ Λυδῶν Κροῖσος ἔπεμψε θεῷ.
ὦ ξυρὸν οὐράνιον, ξυρὸν ὄλβιον, ᾧ πλοκαμῖδας
κειραμένη πλεκτὰς ἄνθετο Παμφίλιον,
οὔ σέ τις ἀνθρώπων χαλκεύσατο· πὰρ δὲ καμίνῳ
Ἡφαίστου, χρυσέην σφῦραν ἀειραμένη
ἡ λιπαροκρήδεμνος, ἵνʼ εἴπωμεν καθʼ Ὅμηρον,
χερσί σε ταῖς ἰδίαις· ἐξεπόνησε Χάρις.
κυκλοτερῆ μόλιβον. σελίδων σημάντορα πλευρῆς,
καὶ σμίλαν, δονάκων ἀκροβελῶν γλυφίδα,
καὶ κανονῖδʼ ὑπάτην, καὶ τὴν παρὰ θῖνα κίσηριν,
αὐχμηρὸν πόντου τρηματόεντα λίθον,
Καλλιμένης Μούσαις, ἀποπαυσάμενος καμάτοιο,
θῆκεν ἐπεὶ γήρᾳ κανθὸς ἐπεσκέπετο.
Γραμμοτόκῳ πλήθοντα μελάσματι κυκλομόλιβδον
καὶ κανόνα γραφίδων Ἰθντάτων φύλακα,
καὶ γραφικοῖο δοχεῖα κελαινοτάτοιο ῥεέθρου,
ἄκρα τε μεσσοτόμους εὐγλυφέας καλάμους,
τρηχαλέην τε λίθον, δονάκων εὐθηγέα κόσμον,
ἔνθα περιτριβέων ὀξὺ χάραγμα πέλει,
καὶ γλύφανον καλάμου, πλατέος γλωχῖνα σιδήρου,
ὅπλα σοὶ ἐμπορίης ἄνθετο τῆς ἰδίης
κεκμηὼς Μενέδημος ὑπʼ ἀχλύος ὄμμα παλαιόν,
Ἑρμεία· σὺ δʼ ἀεὶ φέρβε σὸν ἐργατίνην,