# Fragmenta 100

Antimachus, Fragmenta, 100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/100
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/100

Ἀκτορίωνες δὲ παῖδες Ἀκτορος, Κτέατος καὶ Εὐρύτου, ἀνδρείοι καὶ ἡνιοχικοί, ἠθέντες πον καὶ Μολιόνες παρ' Ὀμήρῳ²), παρὰ δὲ τοῖς ὑστερον Μολιονίᾳ, οὓς Ὀμηρος μὲν διδύμους ἱστορεῖ ἀπλῶς, οἱ δὲ κατ' Ἀρίσταρχον οὐχ' οὕτως οἷον κατὰ τοὺς Λιοσκόρους. ἀλλὰ κατὰ τὸν Ἡσίοδον μῦθον καὶ διφυεῖς, δύο μὲν ἔχοντας σώματα, συμπεφυκότας³) δὲ γε ἀλλήλοις. φιλάδελφοι δὲ ἱστοροῦνται, καὶ μιᾷ ψυχῇ ἐν δυοῖ σώμασι διοιζούμενοι. Ψ, τετραπόδεις τινὲς ἦσαν, ὡς Ἡσίοδος, ἄμφω ἐν ἑνὶ σώματι ὄντες. Ἱστέον δὲ ὅτι τὸν Πάτροκλον ἡ παλαιὰ ἱστορία καὶ συγγενῆ τῷ Ἀχιλλεῖ παραδίδωσι, λέγουσα ὅτι Ἡσίοδος φησι Μενοίτιον τὸν Πατρόκλου πατέρα, Πηλέως εἶναι ἀδελφόν, ὡς εἶναι αὐτανεψίους οὕτως ἀμφοτέρους ἀλλήλοις. Ἀντίμαχος δὲ οὔτε ἀριθμὸν Χαρῖτων οὔτε ὄνομα εἰπὼν Αἰγλης εἶναι θυγατέρας καὶ Ἡλίου φησὶν αὐτάς.

---

Antimachus Eleg. et Epic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000265.
