# Fragmenta 16

Antimachus, Fragmenta, 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/16

Τλῇ μὲν Δημήτηρ, τλῇ δὲ κλυτὸς Ἀμφιγυνεύς, τλῇ δὲ Ποσειδάων, τλῇ δ᾽ ἀργυρότοξος Ἀπόλλων ἀνδρὶ παρὰ θνητῷ θητεύμεν εἰς ἔνιαυτόν. τλῇ δὲ καὶ ὀβριμόθυμος Ἄρης ὑπὸ πατρὸς ἀνάγκη. σις γάρ καὶ ἄλλους παμπόλλους ἀνθρώποις λατρεύσαι θεούς ἱστορεῖ, ὧδέ πως γράφων· „τλῇ ἀνάγκη“, καὶ τὰ ἐπὶ τούτοις. Νύμφαι Ἀχελητίδες. ἐν Λυδίᾳ τὸν Ἡρακλέα νοσήσαντα¹) τυχεῖν ἰάσεως ὑπὸ Ὕλλου τοῦ ποταμοῦ, ὃς ἐστὶ τῆς Λυδίας· διὸ καὶ τοὺς δύο υἱοὺς αὐτοῦ Ὕλλους ὀνομασθῆναι. Ω, ἀμφ᾽ Ἀχελώιον] Τινὲς ἀμφ᾽ Ἀχελήσιον. ποταμὸς δὲ Λυδίας, ἐξ οὗ πλη- ροῦται Ὕλλος. καὶ Ἡρακλέους νοσήσαντος ἐπὶ τῶν τόπων, ἀναδόντων αὐτῷ θερμὰ λουτρὰ τῶν ποταμῶν, τοὺς παῖδας Ὕλλον ἐκάλεσε καὶ τὸν ἐξ Ὀμφάλης Ἀχέλητα, ὃς Λυδῶν ἐβασιλεύεν. εἰσὶ δὲ καὶ νύμφαι Ἀχαλητίδες, ὡς φησὶ Πανύασις. Ἀκέλης. πόλις Λυδίας. οἱ πολῖται Ἀκέλητες, τὸ θηλυ- κὸν Ἀκελήτις. ἔοικε δὲ λέγεσθαι ἀπὸ Ἀκέλου τοῦ Ἡρακλέους καὶ Μαλίδος παιδός, δούλης τῆς Ὀμφάλης, ὡς Ἑλλάνικος κτλ. "Ενθα δ' ἔναυε μέγας Τρομίλης καὶ ἔργμα θύγατρα, νύμφην Ὠγυγίνην, ἣν Πραξιδίκην καλέουσι. Σίβωρ ἐπ' ἀργυρέῳ ποταμῷ παρὰ διψέντι· τῆς δ' ὁλοοὶ παῖδες Τλῶος Ξάνθος Πίναρός τε καὶ Κρόγος, ὃς κρατέων πάσας λήζετ' ἀρούρας. Τρομίλη· ἡ Λυκία ἐκαλεῖτο οὕτως ἔπὸ Τρομίλου, ὡς Πανύασις· „ἐνθα ἀρούρας“. Ἀπολλόδωρος δὲ φησι

---

Antimachus Eleg. et Epic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000265.
