# Fragmenta 17

Antimachus, Fragmenta, 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/17
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/17

Σταφυλοῦ τοῦ νιοῦ Διονύσου θυγάτηρ γίνεται 'Ροιώ· ταύτη ἐμίγη 'Απόλλων· αἰσθόμενος δὲ ὁ Στάφυλος, ἐνέβαλεν αὐτὴν εἰς λάγνακα· καὶ ἀφῆκε κατὰ θάλατταν· ἡ δὲ προσεπελάσθη τῇ Εὐβοίᾳ καὶ ἐγέννησεν αὐτόθι περὶ τι ἄντρον παῖδα· ὃν "Ανιον ὤνόμασε διὰ τὸ ἀνιαθῆναι αὐτὴν δι' αὐτόν· τοῦτον δὲ 'Απόλλων ἤνεγκεν εἰς Δῆλον· ὃς γήμας Δωρίππην ἐγέννησε τὰς³) Οἰνοτρόπους, Οἰνώ, Σπερμώ, 'Ελαϊδά· αἳς ὁ Διόνυσος ἐχαρίσατο ὅποτε βούλονται σπέρμα λαμβάνειν [ὅποτε βούλουντο, οἶνον, σπέρματα, καὶ ἔλαιον ποιεῖν καὶ λαμβάνειν κατὰ τὰς τῶν ὀνομάτων θέσεις 'Τzet.]. Φερεκύδης δὲ φησιν ὅτι ὁ "Ανιος ἐπεῖδε τοὺς "Ελληνας παραγενομένους πρὸς αὐτὸν αὐτοῦ μένειν τὰ θ' ἔτη· δεδοσθαι⁴) δὲ τοῦτο παρὰ τῷ θεῷ [τῶν θεῶν τῷ δεκάτῳ δ' ἔτει πορθήσειν τὸ "Ἰλιον· ὑπέσχετο δὲ αὐτοὺς ὑπὸ τῶν θυγατέρων αὐτοῦ τρα- φήσεσθαι· ἐστὶ δὲ τοῦτο καὶ παρὰ τοῖς τὰ Κύ- πρια πεποιηκόσι. Αἱ Οἰνοτρόποι ἔκα- λοῦντο Οἰνώ, Σπερμώ, Ἑλαΐς· αὗται ἔλαβον παρὰ Λιονύσου δῶρον, ἵνα ὅτε θελήσουσι καρπὸν τρυγῶσι. καὶ ἡ μὲν Οἰνώ τὸν οἶνον ἐποίει, ἡ δὲ Σπερμώ τὰ σπέρματα, τὸ ἔλαιον δὲ ἡ Ἑλαΐς. αὗται δὲ τοὺς Ἑλ- λήνας λιμώττοντας ἐλθοῦσαι εἰς Τροίαν διέσωσαν. Ἀγαμέμνον, τῶν Ἑλλήνων λιμῷ συνεχομένων, μετεπέμπετο τὰς Οἰνοτρόπους δὲ ἐς τὴν Λίθραν ἐποίησεν, ἧνικα ἠλίσκετο Ἰλιον, ὑπεξελθούσαν ἐς τὸ στρατόπεδον αὐτὴν ἀφικέσθαι τὸ Ἑλλήνων καὶ ὑπὸ τῶν παίδων γνωρισθῆναι τῶν Θησέως. καὶ ὡς παρ᾽ Ἀγαμέμνονος αἰτῆσαι Δημοφῶν αὐτήν· ὁ δὲ ἐκεῖνος μὲν ἐθέλειν χαρίζεσθαι, ποιήσεν δὲ οὐ πρότερον ἔφη πρὶν Ἑλένην πείσαι· ἀποστείλαντι δὲ αὐτῷ κήρυκα ἔδωκεν Ἑλένη τὴν χάριν. Βαρύβρομα θωύσσοντες. θωύσσοντες ὕλακοῦντες. Ὀμηρος „βαρύβρομα θωύσσοντες“.

---

Antimachus Eleg. et Epic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000265.
