# Fragmenta 24.53-73

Antimachus, Fragmenta, 24.53 to 24.73. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/24.53
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/24.53

μετὰ δὲ ταῦτα καὶ οἱ ῥαψῳδοὶ οὐκέτι τὸ γένος εἰς Ὀμήρον ἀνάγοντες, ἐπιφανεῖς δὲ ἐγένοντο οἱ περὶ Κυναιθῶν, οὓς φασὶ πολλὰ τῶν ἐπῶν ποιήσαντας ἐμβαλεῖν εἰς τὴν Ὀμήρου ποίησιν. ἦν δὲ ὁ Κύναιθος Χῖος, ὃς καὶ τῶν ἐπιγραφομένων Ὀμήρου ποιημάτων τὸν εἰς Ἀπόλλωνα γεγραμμένον ὑμνον λέγεται πεποιηκέναι. οὗτος οὖν ὁ Κύναιθος πρῶτος ἐν Στραμοσύσαις ἔραψώδησε τὰ Ὀμήρου ἐπὶ κατὰ τὴν ἐξηκοστὴν ἐνάτην Ὀλυμπιάδα, ὡς Ἱππόστρατός φησιν. Κιναίθων δὲ ἐν τοῖς ἐπεσιν ἐποίησεν ὡς Ῥαδάμανθυς μὲν Ἥφαιστόν, Ἥφαιστος δὲ εἶη Τάλω, Τάλων δὲ εἶναι Κρητὸς παῖδα. οἱ μὲν δὴ Ἑλλήνων λόγοι διάφοροι τὰ πλεῖονα καὶ οὐχ ἡκιστα ἐπὶ τοῖς γένεσιν εἰσί. Κιναίθων δὲ ὁ Λακεδαιμόνιος, ἐγενελόγησε γὰρ καὶ οὗτος ἐπεσι, Μήδειον¹) καὶ θυγατέρα Ἐριδύπιν Ἴασονι εἶπεν ἐν Μηδείας γενέσθαι· πέρα δὲ ἐς τοὺς παῖδας οὐδὲ τούτῳ πεποιημένα ἐστίν. Γ, Ἑλένης τε καὶ Μενελάου ἱστορεῖ Ἀρίμωθος παῖδα Μαράφιον ὡς δὲ Κιναίθων, Νικόστρατον. Ὀρέστου δὲ ἀποθανόντος ἔσχε Τισαμενὸς τὴν ἀρχὴν Ἐρμιόνης τῆς Μενελάου καὶ Ὀρέστου παῖς. τὸν δὲ Ἥσιόδος δὲ Ἑρμῆν. Οἱ δὲ Στοιχάδας φασιν αὐτὰς κεκλῆσθαι, καθὸ ἐπιστοχαθέντες αὐτοῖσι ἠύξαντο τῷ Λιλ καταλαβεῖν τὰς Ἀρπνίας. κατὰ δὲ Ἥσιόδον καὶ Ἀντίμαχον καὶ Ἀπολλώνιον οὐ κτείνονται. ὑπὸ γῆν οἰκοῦντες: λέγοι ἂν τοὺς ὑπὸ Σμύλακος ἐν τῷ Περιπλῷ λεγομένους Τρωγλοδύτας καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γ' καταλόγου Κατουδείοις ὀνομαζομένους. Ἡσιόδου δ' οὐχ ἂν τις αἰτιάσαιτο ἄγνοιαν. Ἥμίυνας λέγοντος καὶ Μεγαροκεφάλους καὶ Πυγμαίους. καὶ γὰρ τοὺς ἐτι νεωτέρους ἐκείνου πολλὰ ἄγνοεῖν καὶ τερατολογεῖν, Ἡσίοδον μὲν Ἡμίυνας λέγοντα καὶ Μεγαλοκεφάλους καὶ Πυγμαίους. Μακροκέφαλοι· ἔθνος ἐστὶν οὕτω καλούμενον, οὗ καὶ Ἡσίοδος μέμνηται ἐν γ' γυναικῶν καταλόγῳ. Παλαίφατος δ' ἐν ζ' Τρωικῶν ἐν τῇ Λιβύῃ φησὶν ὑπεράνω Κόλχων οἰκεῖν τοὺς Μακροκεφάλους.1) Ἡμίυνες. Ἡσίοδος δὲ διὰ Φάσιδος αὐτοὺς τοὺς Ἀργοναύτας) εἰσπεπλευκέναι λέγει. Ἡσίοδος δὲ καὶ Πίνδαρος διὰ τοῦ Ὠκεανοῦ φασιν ἐλθεῖν αὐτοὺς (τοὺς Ἀργοναύτας) εἰς Λιβύην καὶ βασιλάσαντας τὴν Ἀφρᾷ εἰς τὸ ἡμέτερον πέλαγος γενέσθαι.

---

Antimachus Eleg. et Epic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000265.
