# Fragmenta 24.74-89

Antimachus, Fragmenta, 24.74 to 24.89. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/24.74
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/24.74

Ἐρατοσθένης δὲ Ἡσίοδον ἐστι δὲ καὶ Ὀμήρῳ ἐν Ἐπιγόνοις κτλ. Πρῶτος Ἡσίοδος ἐτερατεύσατο τοὺς γρύπας. Δωδώνην φηγόν τε, Πελασγῶν ἕδρανον, ἥεν. οἱ δὲ Πελασγοὶ τῶν περὶ τὴν Ἑλλάδα δυναστευσάντων ἀρχαιότατοι λέγονται· καὶ ὁ ποιητὴς φησιν οὕτως „Ζεῦ ἄνα Δωδωναῖε, Πελασγικέ, ὁ δ’ Ἡσίοδος „Δωδώνην ἥεν“. σημειοῦνταί τινες ὅτι τὴν ὅλην Πελοπόννησον οὐκ οἶδεν ὁ ποιητής. Ἡσίοδος δέ. ἀπὸ τοῦ ὀδεύεσθαι. καὶ Πανύασις δὲ τὰ πέδιλα βηλά λέγει. Πανύασις δὲ Τριπόλεμον Ἐλευσίνοις λέγει· φησὶ γὰρ Δήμητρα πρὸς αὐτὸν Πανύασις. ἔγραψε Ἰωνικὰ ἐν πεντα- μέτρῳ ἐστι δὲ τὰ περὶ Κόδρον καὶ Νηλέα καὶ τὰς Ἰωνικὰς ἀποικίας, εἰς ἐπὶ ζ'.</note> Ἡσίοδος δὲ τὸν λέοντα Ἡσίοδός φησιν. ἀπὸ τοῦ φύζα· ὅθεν ἄφυζαν Ἴωνες ἐκάλουν τὸν λέοντα. Οὐδὲ σπιδόθεν προνοῆσαι. πολλάκις τὴν λέξιν οὕτως ἔχουσαν τίθησιν, ὅταν λέγῃ „σπίδιον μήκος ὁδοῦ“, καὶ ὁ Ἀντίμαχος „οὐδὲ σπι- δόθεν προνοῆσαι“, τούτέστι μακρόθεν.

---

Antimachus Eleg. et Epic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000265.
