# Fragmenta 27

Antimachus, Fragmenta, 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/27
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/27

Ὡς ἅ ποτ' Ἀδρήστῳ τριτάτῳ δέδυθ' ὑπ' ἄνακτι. λέγεται δὲ καὶ τοιάδε, Ἡρακλέα πολε- μοῦντα Ἠλείοις αἰτῆσαι παρ' Ὀρχου τὸν ἵππον καὶ ἐλεῖν τὴν Ἥλιν ἐπὶ τῷ Ἀρείῳνι ὁχοῦμενον ἐς τὰς μάχας, δοθῆναι δὲ ὑπὸ Ἡρακλέους ὕστερον Ἀδράστῳ τὸν ἵππον. ἐπὶ τούτῳ δὲ ἐς τὸν Ἀρείωνα ἐποίησεν Ἀντίμαχος· „ὡς ἅ ἄνακτι“. Πατρὶ τε κυανοχαίτα Ποσειδάωνι πεποιθώς. Ἔστι γὰρ τῷ κυανοχαίτῳ καὶ γίνεται κατὰ με- ταπλασμὸν τῷ κυανοχαίτα, καὶ οὐκ ἔχει προσγεγραμ- μένον τὸ ἰ, οἷον ὡς παρὰ Ἀντιμάχῳ „πατρὶ τε πεποιθώς“. Δίμυρος τόθι φασίν Ἐρινύος εἶναι ἐδεθλον. Μετὰ δὲ Θέλπουσαν ἐπὶ τὸ ιερόν τῆς Δήμητρος ὁ Λάδων κάτεισι τὸ ἐν Ὀγχειῶ· καλοῦσι δὲ Ἑρινὺν οἱ Θελποῦσιοι τὴν θεόν, ὁμολογεῖ δὲ σφισι καὶ

---

Antimachus Eleg. et Epic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000265.
