# Fragmenta 3.62-77

Antimachus, Fragmenta, 3.62 to 3.77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/3.62
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/3.62

ὁ μὲν τὴν Τελχινιακὴν ἱστορίαν συνθεὶς, εἴτ’ Ἐπιμενίδης ἐστὶν ὁ Κρὴς ἢ Τηλεκλείδης εἴτ’ ἄλλος τις, ἱερούς φησιν εἶναι ἰχθύας δελφῖνας καὶ πομπίλους. Τὸ δὲ δημηγορεῖν χαλεπώτερον τοῦ δικάζεσθαι, εἰκότως, διότι περὶ τὸ μέλλον· ἐκεῖ δὲ περὶ τὸ γεγονὸς, ὃ ἐπιστητὸν ἤδη καὶ τοῖς μάντεσιν, ὡς ἔφη Ἐπιμενίδης ὁ Κρὴς· ἐκεῖνος γὰρ περὶ τῶν ἐσομένων οὐκ ἐμαντεύετο, ἀλλὰ περὶ τῶν γεγονότων μὲν ἀδήλων δέ. Κρῆτες ἀεὶ ψεύσται, κακὰ θηρία, γαστέρες ἀργαί. Οὔτε γὰρ ἦν γαίης μέσος ὀμφαλός, οὐδὲ θαλάσσης· εἰ δέ τίς ἐστι, θεοῖς δῆλος, θνητοῖσι δ’ ἄφαντος. Ἀετούς τινας ἢ κύκνους μυθολογοῦσιν ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους εἰς ταῦτό συμπεσεῖν Πυθοί, περὶ τὸν καλούμενον ὀμφαλόν· ὕστερον δὲ χρόνῳ τὸν Φαίστιον Ἐπιμενίδην ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ, καὶ λαβόντα χρησμὸν ἀσαφῆ καὶ ἀμφίβολον, εἰπεῖν „Οὔτε ἄφαντος“. λέγεται δὲ ὡς καὶ πρῶτος αὐτὸν Αἰαχὸν λέγει, καὶ Ἀχαϊδαϊμονίοις προεῖποι τὴν ὑπὸ Ἀρχάδων ἄλωσιν. Θεόπομπος δ’ ἐν τοῖς θαυμασίοις Κρησί τε προειπεῖν τὴν Λακεδαιμονίαν ἦτταν ὑπὸ Ἀρκαδῶν καὶ δὴ καὶ ἐλήφθησαν πρὸς Ὀρχομενῷ. δην δύο πρώτας ἀρχὰς ὑποθέσθαι, ἄερα καὶ νύκτα, δηλὸν ὅτι σιγῇ τιμήσαντα τὴν μίαν πρὸ τῶν δυοῖν, ἐξ ὧν γεννηθῆναι Τάρταρον οἶμαι τὴν τρίτην ἀρχήν, ὡς τινὰ μίκτην ἐκ τῶν δὲ Ὀμήρου ποίησις ἢ ἐς Ὀδυσσέα καὶ ἡ Μινυὰς τε καλουμένη καὶ οἱ Νόστοι. μνήμη γὰρ ἐν ταύταις καὶ Ἀἰδου καὶ τῶν ἐκεῖ δει- μάτων ἐστίν, ἵνασιν οὐδένα Εὐρύνομον δαίμονα. Πόλλ' ἠπίστατο ἔργα, κακῶς δ' ἠπίστατο πάντα. ξυμβαίνειν μοι δοκεῖ καὶ ἐνταῦθα τὸ τοῦ ποιητοῦ, ὁ λέγει κατηγορῶν πού τινος, ὡς ἄρα πολλὰ μὲν ἠπίστατο ἔργα, κακῶς δέ, φησίν. ἠπίστατο πάντα, οὐ γὰρ ὅπου Ὀμηρόν γε τὸν θειότατόν τε καὶ σοφώτατον ποιητὴν ἀγνοεῖν δοκεῖς, ὡς οὐχ οἷόν τε ἢν ἐπίστασθαι κακῶς.

---

Antimachus Eleg. et Epic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000265.
