# Fragmenta 4.77-104

Antimachus, Fragmenta, 4.77 to 4.104. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/4.77
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/4.77

„καὶ Ἥραν“. περὶ εὐσ. Τὰς Ἀσπνίας τὰ μὴ[λα φ]υλάττειν Ἀκο[υσίλ]κος. Ἐπιμενίδης δὲ καὶ τοῦτο καὶ τὰς αὐτὰς εἶναι ταῖς Ἑσπερίοις. Οὗτος Ἐπιμενίδης) καὶ ὕβριν καὶ ἀναίδειαν ὑπέλαβεν εἶναι θεούς, καὶ νεῶς καὶ βωμοὺς αὐταῖς ἵδρύσατο πλ. Ἐπιμενίδης δὲ αὐτὸν Ὀρέστου δὲ ἀποθανόντος ἔσχε Τισαμενὸς τὴν ἀρχὴν Ἐρμιόνης τῆς Μενελάου καὶ Ὀρέστου παῖς. τὸν δὲ Ὀρέστου νόθον Πενθίλον Κιναίθων ἔγραψεν ἐν τοῖς ἐπεσιν Ἡριγόννην τὴν Αἰγίσθου τεκεῖν. τὴν Φορωνίδα συνθεὶς γράφει οὕτως ,,ἐνθα ἔδειξαν“. 'Ο δὲ τὴν Φορωνίδα γράψας αὐλητὰς καὶ Φρύγας τοὺς Κουρήτας λέγει. Καλλιθόη κλειδοῦχος Ὀλυμπιάδος βασιλείης Ἥρης Ἀργείης, ἥ στέμμασι καὶ θυσάνοισι πρώτη κόσμησεν περὶ κίονα μακρὸν ἀνάσσης. Πρὶν γοῦν ἀκριβωθῆναι τὰς τῶν ἀγαλμάτων σχέσεις κίονας ἱστάντες οἱ παλαιοὶ ἔσεβον τούτους ὡς ἀφι- δρύματα τοῦ θεοῦ. γράφει γοῦν ὁ τὴν Φορωνίδα ποιήσας· ,,Καλλιθόη ἀνάσσης“. Ἑρμεῖαν δὲ πατὴρ Ἑριούνιον ὤνόμασ᾽ αὐτόν· πάντας γὰρ μάχαράς τε θεοὺς θνητοὺς τ᾽ ἀνθρώπους κέρδεσι κλεπτοσύνῃσι τ᾽ ἐκαίνυτο τεχνήσσαις. αὐτός κλεπτοσύνῃσι τ᾽ ἐκαίνυτο] κλεπτοσύναις τ᾽ ἐξαίνυτο. Ἑρμούιος· χθόνιος, ἀγαθός, πολυωφελής, κλέπτης, μέγας. ἐστὶ δὲ ἐπίθετον Ἑρμοῦ ἢ ἀπὸ τῆς ἐρευνήσεως· καὶ γὰρ ὁ τὴν Φορωνίδα δὲ τῷ Ἀντιοφήμῳ προσποιουσί τὰ ἔπη· πεποιημένον οὖν ἔστιν ἐν τούτοις Ποσειδῶνος ἐν κοινῷ καὶ Γῆς εἶναι τὸ μαντεῖον, καὶ τὴν μὲν χροῖν αὐτήν, Ποσειδῶνι δὲ ὑπηρέτην ἐς τὰ μαντεύματα εἶναι Πύρκανα. καὶ οὕτως ἔχει τὰ ἔπη· „αὐτίκα Ἐννοσιγαίου“. Πρῶτοι δ’ οὖν βασιλεύουσι ἐν τῇ χώρᾳ ταύτῃ τῇ Μεσσήνῃ) Πολυκάων τε ὁ Λέλερος καὶ Μεσσήνη γυνὴ τοῦ Πολυκάονος. παρὰ ταύτην τὴν Μεσσήνην τὰ ὄργια κομίζων τῶν μεγάλων Θεῶν Καὺκων ἦλθεν ἐξ Ἐλευσῖνος ὁ Κελαῖνον τοῦ Φλυνός. Φλυνὸν δὲ αὐτὸν Ἀθηναῖοι λέγουσι παῖδα εἶναι Γῆς· ὁμολογεῖ δὲ σφισι καὶ ὕμνος Μουσαίου Λυκομίδαος ποιηθεὶς ἐς Δήμητρα. Χθονίη χθονίοις σφῶν δὲ] Τῶν δὲ ναυηγίων πολλὰ ὑπολαβὼν ἄνεμος ζέφυρος ἔφερε τῆς Ἀττικῆς ἐπὶ τὴν ἡῶνα τὴν καλουμένην Κωλιάδα.

---

Antimachus Eleg. et Epic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000265.
