# Fragmenta 6.19-39

Antimachus, Fragmenta, 6.19 to 6.39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/6.19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/6.19

οὕτως ὁ ποιητὴς καὶ τὴν τῶν στε- φάνων χρήσιν εἴδως φαίνεται δι’ ὧν λέγει „ἡ —”Ιδης“. Κάστωρ μὲν θνητός, θανάτου δὲ οἱ αἶσα πέπρωτο, αὐτὰρ ὁ γ’ ἀθάνατος Πολυδεύκης, ὅςος ”Αρης. καὶ ὁ τὰ Κυπριακὰ ποιήματα γράψας „Κάστωρ —”Αρης“. πέπρωται. Τοὺς δὲ μετά τριτάτην Ἑλένην τέκε θαῦμα βροτοῖσι, τὴν ποτε καλλίκομος Νέμεσις φιλότητι μιγεῖσα Ζηνὶ θεῶν βασιλῆι τέκε κρατεροῖς ὑπ᾽ ἀνάγκης· φεῦγε γάρ, οὐδ᾽ ἔθελεν μιχθήμενα ἐν φιλότητι πατρὶ Διὶ Κρονίωνι· ἐτείρετο γὰρ φρένας αἰδοῖ καὶ νεμέσει· κατὰ γῆν δὲ καὶ ἀτρούετον μέλαν ἰδωρ φεῦγε, Ζεὺς δ᾽ ἐδίωκε· λαβεῖν δ᾽ ἐλιλαίετο θυμῷ· ἄλλοτε μὲν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης ἰχθύϊ εἰδομένη πόντον πολὺν ἐξορόθυνεν. ἄλλοτ᾽ ἂν ὠκεανὸν ποταμὸν καὶ πείρατα γαίης, ἄλλοτ᾽ ἂν ἡπειρον πολυβόλακα· γίγνετο δ᾽ αἰεὶ θηρί᾽, ὅσ᾽ ἡπειρος αἰνὰ τρέφει, ὅφρα φύγοι νιν. ὁ τὰ Κύπρια ποιήσας ἔφη, εἴτε Κύπριός τις ἐστὶν ἢ Στασίῳος, ἢ ὅστις δὴ ποτε χαίρει ὀνομαζόμενος, τὴν Νέμεσιν ποιεῖ διωκομένην ὑπὸ Διὸς καὶ εἰς ἰχθὺν μεταμορφουμένην διὰ τούτων κινδάλι᾽, ὅσ᾽ ἡπει- ρος πολλὰ τρέφει ἥδὲ θάλασσα, θηρία πάντα, ἡμὲν ὅσ᾽ ἡπειρος πολλὰ τρέφει ἥδ᾽ ὅσα πόντος. Πλησίον δὲ Ἰλαείας καὶ Φοίβης ἐστὶν ἱερὸν· ὁ δὲ ποιήσας τὰ ἔπη τὰ Κύπρια Ἀλθαίας δὲ ἀποθανούσης ἔγημεν Οἰνεὺς Περίβοιαν τὴν Ἰππονόου· ταύτην δὲ δὲ τὴν ἱστορίαν ἀπὸ τῆς Λέσχου μικρᾶς Ἰλιάδος λέγοντος οὕτως „ἄμφι δίχροος δίη“. μελίην] Οἱ δὲ πλάττονται λέγοντες ὅτι Πηλεύς μὲν παρὰ Χείρωνος ἔμαθε τὴν χρῆσιν αὐτῆς, Ἀχιλλεύς δὲ παρὰ Πηλέως. ὁ δὲ οὐδένα ἐδίδαξε. καὶ ὁ τῆς μικρᾶς Ἰλιάδος ποιητὴς „ἄμφι δίχροος αἰχμή“. Ἄμπελον, ἣν Κρονίδης ἔπορεν οἱ παιδὸς ἄποινα χρυσείην φύλλοισιν Αἴσονα θῆκε φίλον κόρον ἡβῶντα, γῆρας ἀποξύσας᾽ εἰδυήσι πραπίδεσσι, φάρμακα πόλλ᾽ ἔψους᾽ ἐνὶ χρυσείοισι λέβησιν. Φερεκύδης δὲ καὶ Σιμωνίδης φασὶν ὡς ἡ Μήδεια ἀνεψήσασα τὸν Ἴασονα νέον ποιήσειε.

---

Antimachus Eleg. et Epic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000265.
