# Fragmenta 7.18-38

Antimachus, Fragmenta, 7.18 to 7.38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/7.18
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/7.18

δηλοῖ δ᾽ Ὀμηρος Ἀγαμέμνονος γὰρ κακῶς μὲν ἀκούων ἠνεῖχετο ἐν ταῖς ἐκκλησίαις, ἐξεληθόντων δὲ καὶ κτεῖναι κύριος ἦν. λέγει γὰρ „ὃν δέ κ᾽ ἐγὼν ἀπάνευθε μάχης φεύγοντα νοήσω οὐ οἱ ἄρχιον ἐσσεῖται φυγέειν κύνας ἢδ᾽ οἰωνούς πὰρ γὰρ ἐμοὶ θάνατος“. δὲ καὶ Ἀκουσίλαος Πειρήγιος αὐτὴν τὴν Ἴω) φασιν εἶναι. ταύτῃν ἐρωσύνῃν τῆς Ἥρας ἔχουσαν Ζεὺς ἐφθείρε. φθραθεὶς δὲ ὑφ’ Ἥρας τῆς μὲν κόρης ἀνάμενος εἰς βοῦν μετεμόρφωσε λευκήν. ἀρχὴν δὲ ἀπομόσατο μὴ συνελθεῖν. διὸ φησιν Ἡσίοδος οὐκ ἐπισπᾶσθαι τὴν ἀπὸ τῶν θεῶν ὀργὴν τοὺς γινομένους ὄρχους ὑπὲρ ἔρωτος. Ἥρα δὲ αἰτησαμένη κτλ. Καὶ οἱ ἐπίσκοποι Ἄργον ἵει κρατερὸν τε μέγαν τε, τέτρασιν ὀφθαλμοῖσιν ὁρῶμενον ἐνθα καὶ ἐνθα. ἀκάματον δὲ οἱ ὤρε θεὰ μένος, οὐδ’ οἱ ὕπνος πίπτεν ἐπὶ βλεφάροισι. φυλακὴν δ’ ἔχεν ἐμπεδον αἰεί. Ὁ δὲ τὸν Αἰγίμιον ποιήσας φησὶ „Καὶ αἰεί“. Ἥρα δὲ αἰτησαμένη παρὰ Διὸς τὴν βοῦν φύλακα αὐτῆς κατέστησεν Ἄργον τὸν πανόπτην, ὃν Κέρκωψ Ἄργου καὶ Ἰσμῆνης τῆς Ἀσωποῦ θυγατρός (λέγει). Ἀργειφόντην] Κατὰ τοὺς Ἡσιόδου μύθους τὸν βουκόλον Ἰῶν ἐφόνευσε (Ἑρμῆς). Ἐνθα ποτ’ ἔσται ἐμὸν ψυκτήριον, ὄρχαμε λαῶν. Νίκανδρος δ’ ὁ Θουατεργνὸς καλεῖσθαι φησι ψυκτήρια καὶ τοὺς ἀλσώδεις καὶ συσκίους τόπους τοὺς τοῖς θεοῖς ἀνειμένους, ἐν οἷς ἔστιν ἀναψύξαι καὶ ὁ τὸν Αἰγίμιον δὲ ποιήσας, εἴθ’ Ἡσιόδός ἐστιν ἢ Κέρκωψ ὁ Μιλήσιος, „ἔνθα λαῶν“. Πάντες δὲ τριχάινες καλέονται, οὖνεκα τρισσὴν γαῖαν ἑκὰς πάτρης ἐδάσαντο. Τριχάινες οἱ συνεχῶς κι- νοῦντες ἐν τοῖς Μενέλαος ἐκ Κνωσσίας νύμφης κατὰ Εὐμῆλον (ἐγέννησε) Ξενόδαμον. ἐν τούτῳ ἡ αἴξ καὶ οἱ ἔριφοι. Μουσαῖος γὰρ φησὶ Λία γεννώμενον ἐχχειρισθῆναι ὑπὸ Ῥέας Θέμιδι. Θέμιν δὲ Ἀμάλθεια δοῦναι τὸ βρέφος, τὴν δὲ ἔχουσαν αἴγα ὑποθεῖναι, τὴν δ’ ἐκθρέψαι Λία.1) Ἐν τοῖς δὲ ὡς καὶ πρῶτος αὐτὸν Αἰαχὸν λέγει, καὶ Ἀχαϊδαϊμονίοις προεῖποι τὴν ὑπὸ Ἀρχάδων ἄλωσιν.

---

Antimachus Eleg. et Epic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000265.
