# Fragmenta 14

Antiochus, Fragmenta, Dfhg-Source dfhg1_ANTIOCHUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/antiochus/fragmenta/14

περὶ δὲ τῆς κτίσεως (Tarenti) λέγων Ἀντίοχος φησὶν, ὅτι τοῦ Μεσσηνιακοῦ πολέμου γενηθέντος, οἱ μὴ μετασχόντες Λακεδαιμονίων τῆς στρατείας, ἐκρίθησαν δοῦλοι, καὶ ὠνομάσθησαν Εἵλωτες ὅσοις δὲ κατὰ τὴν στρατείαν παῖδες ἐγένοντο, Παρθενίας ἐκά. Λουν, καὶ ἀτίμους ἔκριναν. Οἱ δ ̓ οὐκ ἀνασχόμενοι (πολλοὶ δ ̓ ἦσαν) ἐπεβούλευσαν τοῖς τοῦ δήμου. Αἰσθόμενοι δ ̓ ὑπέπεμψαν τινὰς, οἵ προσποιήσει φιλίας, ἔμελλον ἐξαγγέλλειν τὸν τρόπον τῆς ἐπιβουλῆς. Τούτων δ ̓ ἦν καὶ Φάλανθος, ὅσπερ δ ̓ ἁπλῶς τοῖς παρὰ τῆς βουλῆς ὀνομασθεῖσι. Συνέκειτο μὲν δὴ, τοῖς Ὑακινθίνοις ἐν τῷ Ἀμυκλαίῳ συντελουμένου τοῦ ἀγῶνος, ἡνίκα τὴν κυνῆν περιθῇ ὁ Φάλανθος, ποιεῖσθαι τὴν ἐπίθεσιν· γνώριμοι δ ̓ ἦσαν ἀπὸ τῆς κόμης οἱ τοῦ δήμου. Ἐξαγγειλάντων δὲ τινῶν λάθρα τὰ συγκείμενα τῶν περὶ Φάλανθον, καὶ τοῦ ἀγῶνος ἀνεστῶτος, προελθῶν ὁ κῆρυξ εἶπε, μὴ ἂν περιθεῖναι κυνῆν Φάλανθον. Οἱ δ ̓ αἰσθόμενοι, ὡς μεμηκύνασι τὴν ἐπιβουλὴν, οἱ μὲν διεδίδρασκον, οἰ δὲ ἱκέτευον. Κελεύσαντες δ ̓ αὐτοὺς θαῤῥεῖν, φυλακῇ παρέδοσαν· τὸν δὲ Φάλανθον ἔπεμψαν εἰς θεοῦ περὶ ἀποικίας· ὁ δ ̓ ἔχρησε· Σατύριόν σοι δῶκα, Τάραντά τε πίονα δῆμον οἰκῆσαι, καὶ πῆμα Ἰαπύγεσσι γενέσθαι.

---

ANTIOCHUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1145.tlg003.local002/.
