# Fragmenta 7

Antiochus, Fragmenta, Dfhg-Source dfhg1_ANTIOCHUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/antiochus/fragmenta/7

Εἰ δέ τις ἀπιδεῖν βουλήσεται τὰ προσώτερα, καὶ τρίτη τις ἀρχαιοτέρα τούτων εὑρεθήσεται Ῥώμη, γενομένη πρὶν Αἰνείαν καὶ Τρῶας ἐλθεῖν ἐν Ἰταλίᾳ. Ταῦτα δὲ οὐ τῶν ἐπιτυχόντων τις οὐδὲ νέων συγγραφεὺς ἱστόρηκεν, ἀλλ ̓ Ἀντίοχος ὁ Συρακούσιος, οὗ καὶ πρότερον ἐμνήσθην. Φησὶ δὲ Μόργητος ἐν Ἰταλίᾳ βασιλεύοντος· ἦν δὲ τότε Ἰταλία ἡ ἀπὸ Τάραντος ἔχρι Ποσειδωνίας παράλιος· ἐλθεῖν πρὸς αὐτὸν ἄνδρα φυγάδα ἐκ Ῥώμης. Λέγει δὲ ὧδε· Ἐπεὶ δὲ Ἰταλὸς κατεγήρα, Μόργης ἐβασίλευσε. Ἐπὶ τούτου δὲ ἀνὴρ ἀφίκετο ἐκ Ῥώμης φυγάς. Σίκελος ὄνομα αὐτῷ. Κατὰ μὲν δὴ τὸν Συρακούσιον συγγραφέα, παλαιά τις εὑρίσκεται προτεροῦσα τῶν Τρωϊκῶν χρόνων ἡ Ῥώμη. Πότερον δὲ περὶ τοὺς αὐτοὺς ἦν τόπους, ἐν οἷς ἡ νῦν οἰκουμένη πόλις ἐστὶν, ἢ χωρίον ἕτερον οὕτως ἐτύγχανεν ὀνομαζόμενον, ἀσαφὲς ἐκείνου καταλιπόντος, οὐδ ̓ ἐγὼ δύναμαι συμβαλεῖν.

---

ANTIOCHUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1145.tlg003.local002/.
