# Testimonia et Fragmenta. 63.1

Antipater Tarsensis, Testimonia et Fragmenta., Fragment 63. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/antipater-tarsensis/testimonia-et-fragmenta/63.1

Stobaeus Florileg. LXVII 25. Ἀντιπάτρου ἐκ τοῦ περὶ Γάμου. Ὁ εὐγενὴς καὶ εὔψυχος νέος, ἔτι δ’ ἥμερος καὶ πολιτικός, θεωρῶν διότι τέλειος οἶκος καὶ βίος οὐκ ἄλλως δύναται γενέσθαι ἢ μετὰ γυναικὸς καὶ τέκνων· ἀτελὴς γὰρ ⟨οἰκία⟩, ὥσπερ πόλις, οὐχ ἡ ἐκ γυναικῶν μόνον, ἀλλὰ καὶ ἡ ἐκ ψιλῶν ἀνδρῶν· ὃν τρόπον τε ποίμνη ἐπιγονὴν μὴ ἔχουσα οὐ καλὴ οὐδὲ βουκόλιον εὐθηνοῦν, πολὺ μᾶλλον οὐδὲ πόλις οὐδ’ οἰκία· ταῦτά τε δὴ κατανενοηκὼς ὁ εὐγενὴς καὶ ὡς φύσει πολιτικὸν γενόμενον συναύξειν τὴν πατρίδα δεῖ· (καὶ γὰρ οὐκ ἂν ἄλλως δύναιντο αἱ πόλεις σῴζεσθαι, εἰ μὴ οἱ βέλτιστοι ταῖς φύσεσι τῶν πολιτῶν [ἢ] τῶν γενναίων παῖδες, τῶν πατέρων καθαπερεὶ φύλλων καλοῦ δένδρου ἀπομαραινομένων καὶ ἀποῤῥεόντων, οὗτοι καθ’ ὥραν γαμοῖεν, καθαπερεί τινας γενναίους βλαστοὺς διαδόχους τῇ πατρίδι καταλιπόντες, καὶ θάλλειν αὐτὴν ἀεὶ ποιοῖεν καὶ τὴν ἀκμὴν ἀΐδιον φυλάττοιεν καὶ ὅσον ἐφ’ ἑαυτοῖς μηδέποτ’ εὐεπίθετον τοῖς ἐχθροῖς, στοχαζόμενοι τοῦ καὶ ζῶντες καὶ μεταλλάξαντες ἀμύνειν τῇ πατρίδι καὶ βοηθεῖν) τῶν ἀναγκαιοτάτων καὶ πρώτων καθηκόντων νομίζουσι τὸ συγκραθῆναι εἰς γάμον, πᾶν μὲν το τῇ φύσει ἐπιβάλλον σπεύδοντες ἐπιτελεῖν, πολὺ δὲ μάλιστα τὸ εἰς τὴν τῆς πατρίδος σωτηρίαν καὶ αὔξησιν ἀνῆκον καὶ ἔτι μᾶλλον εἰς τὴν τῶν θεῶν τιμήν. εἰ γὰρ ἐκλείποι τὸ γένος, τίς τοῖς θεοῖς θύσει; λύκοι τινὲς ἢ ταυροκτόνων γένος λεόντων. Συμβέβηκε δὲ καὶ τὸν μὴ πεῖραν ἐσχηκότα γαμετῆς γυναικὸς καὶ τέκνων ἄγευστον εἶναι τῆς ἀληθινωτάτης καὶ γνησίου εὐνοίας. αἱ μὲν γὰρ ἄλλαι φιλίαι ἢ φιλοστοργίαι ἐοίκασι ταῖς τῶν ὀσπρίων ἤ τινων ἄλλων παραπλησίων κατὰ τὰς παραθέσεις μίξεσιν, αἱ δ’ ἀνδρὸς καὶ γυναικὸς ταῖς δι’ ὅλων κράσεσιν, ὡς οἶνος ὕδατι καὶ τοῦτο ἐπιμέν⟨ων⟩ μίσγεται δι’ ὅλων. οὐ γὰρ μόνον τῆς οὐσίας καὶ τῶν φιλτάτων πᾶσιν ἀνθρώποις τέκνων καὶ τῆς ψυχῆς, ἀλλὰ καὶ τῶν σωμάτων οὗτοι μόνοι κοινωνοῦσι. καὶ κατ’ ἄλλον δὲ τρόπον εἰκότως μεγίστη ἐστίν. αἱ μὲν γὰρ ἄλλαι κοινωνίαι καὶ ἑτέρας τινὰς ἀποστροφὰς ἔχουσι· ταύτας δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν (Eur. Med. 247) τὴν τοῦ ἀνδρός (προστίθεται γὰρ ⟨οὕ⟩τω ἡ οὖσα πατρὸς καὶ μητρὸς μὴ ἀγνώμονος) ἕνα ⟨τε⟩ τοῦτον σκοπὸν τοῦ βίου ποιεῖσθαι καὶ τέλος, τοτῳ ἀρέσκειν, αὐτῶν τῶν γονέων ἑκατέρων παραχωρούντων ἑκουσίως τὰ πρῶτα τῆς εὐνοίας ἀπονέμειν τὴν μὲν τῷ ἀνδρί, τὸν δὲ τῇ γυναικί. οὐκ ἀπείρως δὲ τῆς πρὸς γυναῖκα συμβιώσεως καὶ ὁ Εὐριπίδης εἰς ταῦτα ἀποβλέψας καὶ ἀποθέμενος τὴν ἐν τῷ γράφειν μισογυνίαν ταῦτ’ εἴρηκεν· (Phrixi frg. 819 N.) γυνὴ γὰρ ἐν νόσοισι καὶ κακοῖς πόσει ἥδιστόν ἐστι, δώματ’ ἢν οἰκῇ καλῶς, ὀργήν τε πραὗνουσα καὶ δυσθυμίας ψυχὴν μεθιστᾶσ’· ἡδὺ κἀπάται φίλων. τυγχάνει δὲ καὶ ἡρωϊκὸν τὸ πρᾶγμα· νῦν δ’ ἐν ἐνίαις πόλεσιν ἅμα τῇ ἄλλῃ τῇ καθεστώσῃ ἐκλύσει καὶ ἀναρχίᾳ καὶ τῇ ἐπὶ τὸ καταφερὲς ⟨καὶ⟩ ῥᾴθυμον ἐπικλίσει καὶ τὸ γαμεῖν τῶν χαλεπωτάτων εἶναι δοκεῖ· τὸν δ’ ᾕθεον ⟨βίον⟩, ἐξουσίαν διδόντα πρὸς ἀκολασίαν καὶ ποικίλων ἡδονῶν ἀπόλαυσιν ἀγεννῶν καὶ μικροχαρῶν, ἰσόθεον νομίζουσι, τὴν δὲ [πρὸς] τῆς γυναικὸς εἴσοδον οἱονεί τινος φρουρᾶς εἰς πόλιν εἰσαγωγήν. ἔοικε μέντοι δύσκολος ἐνίοις ὁ μετὰ γυναικὸς φαίνεσθαι βίος διὰ τὸ μὴ δύνασθαι ἄρχειν ἀλλ’ ἡδονῆς δούλους εἶναι· καὶ τοὺς μὲν ὑπὸ τοῦ κάλλους τεθηρευμένους, τοὺς δ’ ὑπὸ τῆς προικός, τὰ μὲν ἐπ’ αὐτῇ ἑκουσίως καταχαρίζεσθαι τῇ γυναικὶ καὶ μὴ διδάσκειν περὶ οἰκονομίας μηθὲν μηδὲ περὶ αὐξήσεως οἴκου μηδὲ τίνος ἕνεκα συνεληλύθασι, μηδὲ περὶ θεῶν ⟨καὶ⟩ εὐσεβείας καὶ δεισιδαιμονίας καλὰς δόξας ἐμποιεῖν, μηδὲ τὸ τῆς τρυφῆς ὀλέθριον παριστάναι μηδὲ τὸ ἀχάριστον τῶν ἡδονῶν, μηδὲ ἐθίζειν ἀτενίζειν εἰς τὸ ἔμπροσθεν τοῦ βίου καὶ πᾶν τὸ μέλλον ὀρθῇ τῇ γνώμῃ ἐκλογίζεσθαι, μηδὲ αὖ τυφλῶς καὶ ἀσκέπτως εὔελπιν εἶναι, [μηδ’] ὅτι ἐὰν ὁ ἀνὴρ βουληθῇ, δύναται πάντως γενέσθαι ὧν ἐπιθυμεῖ, καὶ μὴ πρὸς τῷ παρόντι μόνῳ γίγνεσθαι, ἀλλὰ καὶ αὐτὴν συνεπιβλέπειν τὸ πόθεν καὶ πῶς καὶ εἰ σωτηρίως καὶ εἰ συμφερόντως εἰς τὰ ὅλα. ἐπεὶ καὶ εἴ τις ταῦτα καὶ τὰ ἄλλα τὰ καλῶς τεθεωρημένα καὶ παραγγελλόμενα παρὰ τοῖς φιλοσόφοις δύναιτο πράττειν, ἓν ἂν τῶν ἡδίστων καὶ κουφότατον εἶναι βάρος γαμετὴ γυνὴ δόξειε. ὁμοιότατον γάρ ἐστιν ὡς εἴ τις μίαν ἔχων χεῖρα ἑτέραν ποθὲν προσλάβοι ἢ ἕνα πόδα ἔχων ἕτερον ἀλλαχόθεν κτήσαιτο. ὡς γὰρ οὗτος πολὺ ἂν ῥᾷον καὶ βαδίσαι οὗ θέλοι κἀπελάσαι καὶ προσαγάγοιτο, οὕτως ὁ γυναῖκα εἰσαγαγόμενος ῥᾷον ἀπολήψεται τὰς κατὰ τὸν βίον σωτηρίους καὶ συμφερούσας χρείας. ἀντὶ γοῦν δύο ὀφθαλμῶν χρῶνται τέσσαρσι καὶ ἀντὶ δύο χειρῶν ἑτέραις τοσαύταις, αἷς καὶ ἀθρόως πράττοι ἂν ⟨καὶ⟩ ῥᾷον τὸ τῶν χειρῶν ἔργον. διὸ κἂν εἰ αἱ ἕτεραι κάμνοιεν, ταῖς ἑτέραις αὖ θεραπεύοιτο καὶ τὸ σύνολον δύο γεγονὼς ἀνθ’ ἑνὸς μᾶλλον ἂν ἐν τῷ βίῳ κατορθοίη. διόπερ τὸν νομίζοντα τὴν εἴσοδον τῆς γυναικὸς καταβαρύνειν τὸν βίον καὶ δυσκίνητον ποιεῖν ὅμοιον ⟨οἶμαι⟩ πάσχειν, ὡς εἴ τις πλείονας πόδας κωλύοι προσλαβεῖν, ἵν’ ἐὰν πολὺ δέῃ βαδίζειν μὴ ἐφελκώμεθα πολλούς, ἢ τῷ πλείονας χεῖρας κτωμένῳ μέμφοιτο· ὅταν γάρ τι δέῃ πράττειν ἐμποδίσεσθαι ὑπὸ τοῦ πλήθους αὐτῶν. κατὰ ταὐτὰ γὰρ καὶ εἴ τις προσλάβοι οἷον ἑαυτὸν ἕτερον (οὐθὲν γὰρ διοίσει εἴτε θῆλυ τοῦτό ἐστιν εἴτε ἄρρεν), πολὺ ἐλαφρότερον καὶ εὐκοπώτερον πάντ’ ἂν πράξειεν τὰ ἔργα. φιλαγάθῳ ⟨δ’⟩ ἀνδρὶ καὶ θέλοντι σχολὴν ἄγειν ἢ περὶ τοὺς λόγους ἢ τὰ πολιτικὰ ἔργα ἢ ἄμφω ταῦτα, καὶ τελείως τοῦτο ἀμετάθετόν ἐστιν. ὅσῳ γὰρ μᾶλλον αὐτὸς ἀπὸ τῆς οἰκονομίας ἀπέστραπται, τοσούτῳ μᾶλλον τὴν διαδεξομένην τὴν ⟨δι⟩οίκησιν παραληπτέον καὶ περὶ τὰ ἀναγκαῖα ἑαυτὸν ἀπερίσπαστον ⟨ποιητέον⟩. οὐ κακῶς καὶ ὁ κωμικὸς ἐπιτέμνει ⟨τὸ⟩ σχολαστής ἐστι· δεῖ δ’ οἶμαι γαμεῖν τὸν ἐπιμελῆ καὶ δυνατὸν οἰκονομεῖν ὄχλον πλείω, ἐπιφωνήσας· τὸν ἀμελῆ μᾶλλον, ἐπιθυμοῦντα δὲ σχολῆς, ἵν’ ἔχων οἰκονόμον ἀδεῶς περιπατῇ.

---

Antipater Tarsensis, Testimonia et Fragmenta., ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1146.tlg001.local001/.
