# Fragmenta 247-262

Antiphanes, Fragmenta, 247 to 262. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/antiphanes-comic/fragmenta-4/247
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/antiphanes-comic/fragmenta-4/247

τὸ γὰρ πεπαιδεύσθαι, μόνον ἂν τις τοῦτ’ ἔχῃ, ἀληθὲς ἐστι καὶ τὸ τῶν ἀδικημάτων μὴ λαμβάνειν τὰς ἀξίας τιμωρίας, ἔλεεῖν δὲ πάντως. τί φῃς; . . . ἐνθάδ' οἶσεις τι καταφαγεῖν ἐπὶ τὴν θύραν, εἰδ' ὥσπερ οἱ πτωχοὶ χαμαὶ ἐνθάδ' ἕδομαι . . . καὶ τις ὤφεται; ψυκτήρα, λεκάνην, τριπόδιον, ποτήριον, χύτραν, θυίαν, κάκχαρον, ζωμῆσον. Athenaeus 2, 163 ed. Dind. ὁ αὐτὸς (Ἀντιφάνης) κτλ. 1. εὐ- τρεπίζετε Bothius] εὐτρέπιζε. 2. ποτήριον Ruhnken] πότερον. ὡς δυστυχεῖς, ὧσοις τοῦ κέρδους χάριν ἐπίπροσθε τἀσυχὰ φαίνετ' εἶναι τῶν καλῶν. ἐπισκοτεῖ γὰρ τῷ φρονεῖν τὸ λαμβάνειν. ἐγὼ γυναικὶ δ' ἐν τι πιστεύω μόνον, ἐπὰν ἀποθάνῃ μὴ βιάσεσθαι πάλιν, τὰ δ' ἄλλ' ἀπιστῶ πάνθ' ἕως ἂν ἀποθάνῃ. ὀφθαλμίων ἄνθρωπος ἰσχυρῶς, κακὰ πάμπολλα πάσχων, ἐν ἁγαθῶν πάσχει μόνον, ὅτι οὐχ ὁρᾷ γυναικα τοῦτον τὸν χρόνον. τί φής; λαθεῖν ζητῶν τι πρὸς γυναικ' ἔρεις τὸ πρᾶγμα; καὶ τί τοῦτο διαφέρειν οἶει ἢ πᾶσι τοῖς κήρυξιν ἐν ἀγορᾷ φράσαι; μάλιστα δ' ἐκπλήττει με τῶν συνειδότων ὁ χρόνος, ὃν ἀεὶ λανθάνειν ἀμηχανῶ. τὸ γῆρας ὥσπερ βωμὸς ἐστι τῶν κακῶν· πάντ' ἐστ' ἰδεῖν εἰς τοῦτο καταπεφευγότα. ὦ γῆρας, ὡς ἅπασι τοῖς ζητοῦσί σε ψέγειν ἀφορμὰς παραδίδως τοῦ πράγματος. οἴμοι τάλας, ὡς ἄδικον ὅταν ἡ μὲν τύχη λίπῃ τινὸς τὴν τάξιν, ὁ δὲ τρόπος μένη. καλῶς πένεσθαι μᾶλλον ἢ πλουτεῖν κακῶς· τὸ μὲν γὰρ ἔλεον, τὸ δ' ἐπιτίμησιν φέρει. ὁ δὲ πλοῦτος ἡμᾶς, καθάπερ ἰατρὸς κακός, πάντας βλέποντας παραλαβὼν τυφλοὺς ποιεῖ. νῆφ γὰρ ἀγαπητῷ τι πράττων πρὸς χάριν ἔφανον ἐμαντῷ τοῦτον οἶομαι φέρειν. ὅστις δ' ἐρυθριᾷ τῆλικούτος ὢν ἐτι πρὸς τοὺς ἑαυτοῦ γονέας, οὐχ ἔστιν κακός. ὅστις γὰρ ὁμολογόν τι μὴ ποιεῖ πατρί, πάντων ἂν οὗτος κατεφρόνησε τῶν θεῶν. τοῦ γὰρ πατρὸς κρατεῖν μὲν αἰσχύνην φέρει, ἡττημένῳ δὲ δόξα νικητήριος.

---

Antiphanes Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000271.
