# Testimonia 571.1

Antiphon of Athens, Testimonia, 571.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/antiphon-of-athens/testimonia/571.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/antiphon-of-athens/testimonia/571.1

13 [103 B.] ARIST. phys. A 1. 185*14 ἀμα δ' οὐδὲ λῦειν ἀπαντα προσ-ήκει, ἀλλ' ἧ δσα ἐκ τῶν ἀρχῶν τις ἐπιδεικνὺς ψεύδεται, ὅσα δὲ μή, οὐ' οἷον τὸν τετραγωνισμὸν τὸν μὲν διὰ τῶν τμημάτων γεωμετρικοῦ διαλῦσαι, τὸν δ' Ἀντιφῶντος οὐ γεωμετρικοῦ. Vgl. soph. el. 11. 172*7. SIMPL. phys. 54, 12 τὸν γὰρ τετραγωνισμὸν τοῦ κύκλου πολλῶν ζητούντων (τοῦτο δὴ τὸ κύκλωἴσον τετράγωνον θῆσαι) καὶ Ἀ. ἐνόμωσεν εὑρίσκειν καὶ Ἰπποχράτης ὁ Χῖος ψευσθέντες [s. S. 241, 15]. ἀλλὰ τὸ μὲν Ἀντιφῶντος ψεῦδος διὰ τὸ μὴ ἀπὸ γεωμετρικῶν ἀρχῶν ὡρισθῆναι, ὡς μαθησόμεθα, οὐκ ἔστι γεωμετρικοῦ λῦειν... ὁ δὲ Ἀ. γράψας κύκλον ἐνέγραψέ τι χωρίον εἰς αὐτὸν πολύγωνον τῶν ἐγγραφέσθαι δυναμένων. ἔστω δὲ εἰ τύχοι τετράγωνον τὸ ἐγγεγραμμένον. ἔπειτα ἐκάστην τῶν τοῦ τετραγώνου πλευρῶν δίχα τέμνων ἀπὸ τῆς τομῆς ἐπὶ τὰς περιφερείας πρὸς ὀρθὰς ἤγε γραμμὰς, αἱ δηλονότι δίχα ἐτεμνον ἐκάστη τὸ καθ' αὐτὴν τμῆμα τοῦ κύκλου. ἔπειτα ἀπὸ τῆς τομῆς ἐπέξυγνυεν ἐπὶ τὰ πέρατα τῶν γραμμῶν τοῦ τετραγώνου εὐθείας, ὡς γίνε-σθαι τέτταρα τρίγωνα τὰ ἀπὸ τῶν εὐθειῶν, τὸ δὲ ὅλον σχῆμα τὸ ἐγγεγραμμένον ὀκτάγωνον. καὶ οὕτως πάλιν κατὰ τὴν αὐτὴν μέθοδον, ἐκάστην τῶν τοῦ ὀκταγώνου πλευρῶν δίχα τέμνων ἀπὸ τῆς τομῆς ἐπὶ τὴν περιφέρειαν πρὸς ὀρθὰς ἄγων καὶ ἐπιξυνὺς ἀπὸ τῶν σημείων, καθ' ἃ αἱ πρὸς ὀρθὰς ἀχθεῖσαι ἐφίπτοντο τῶν περιφερειῶν, εὐθείας ἐπὶ τὰ πέρατα τῶν διηρτημένων εὐθειῶν, ἐκκαιδεκάγωνον ἐποίει τὸ ἐγγραφόμενον. καὶ κατὰ τὸν αὐτὸν πάλιν λόγον τέμνων τὰς πλευρὰς τοῦ ἐκκαιδεκαγώνου τοῦ ἐγγεγραμμένου καὶ ἐπιξυνὺς εὐθείας καὶ διπλασιάζων τὸ ἐγγραφόμενον πολύγωνον καὶ τοῦτο ἀεὶ ποιῶν ὥστε ποτὲ δαπανωμένου τοῦ ἐπιπέδου ἐγγραφήσεσθαι τι πολύγωνον τούτῳ τῷ τρόπῳ ἐν τῷ κύκλῳ, οὗ αἱ πλευραὶ διὰ ἀμικρότητα ἐφαρμόσουσι τῇ τοῦ κύκλου περιφερείᾳ. παντὶ δὲ πολυγώνῳ ἴσον τετράγωνον δυνάμενοι θῆσθαι, ὡς ἐν τοῖς Στοιχείοις [Eukl. II 14] παρελάβομεν, διὰ τὸ ἴσον ὑποκεῖσθαι τὸ πολύγωνον τῷ κύκλῳ ἐφαρμόζον αὐτῷ, ἴσόμεθα καὶ κύκλῳ ἴσον τιθέντες τετρά-γωνον. THEMIST. phys. 4, 2 πρὸς Ἀντιφῶντα δὲ οὐχέτ' ἂν ἔχοι λέγειν ὁ γεωμέτρης, ὃς ἐγγραφῶν τρίγωνον ἰσόπλευρον εἰς τὸν κύκλον καὶ ἐφ' ἐκά-στης τῶν πλευρῶν ἕτερον ἰσοσκελὲς συνιστὰς πρὸς τῇ περιφερείᾳ τοῦ κύκλου καὶ τοῦτο ἐφεξῆς ποιῶν ὥστεὀ ποτε ἐφαρμόσειν τοῦ τελευταίου τριγώνου τὴν πλευρὰν εὐθεῖαν οὖσαν τῇ περιφερείᾳ. τοῦτο δὲ τὴν ἐπ' ἀπειρον τομὴν ἀναιροῦντος, ἥν ὑπόθεσιν ὁ γεωμέτρης λαμβάνει. 14 [82 B., 100 S.] HARP. διάθεσις: ... καὶ γὰρ τὸ ὅμμα διαθεῖσαι λέ-γουσιν ἐπὶ τοῦ διοικῆσαι. Ἀ. Ἀληθείας ἀ· γυμνωθεῖσα δὲ ἀφορμῖς πολλὰ ἂν καὶ καλὰ κακῶς διαθεῖτο. 15 [83 B., 101 S.] — ἔμβιος: Ἀ. Ἀληθείας ἀ· 'καὶ ἡ σηπεδῶν — γένοιτο' ἀντὶ τοῦ 'ἐν τῷ ζῇν', τούτεστι 'ζῆσεις καὶ μὴ ἐφρανθείη μηδ' ἀπο-θάνοι'. ARIST. phys. B 1. 193*9 δοκεῖ δ' ἡ φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄν-των ἐνλὸς εἶναι τὸ πρῶτον ἐνυπάρχον ἐκάστῳ ἀρρύθμιστον καθ' ἑαυτό, οἷον

---

Antiphon of Athens, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000279.
