# Τετραλογία Β΄ 9-3

Antiphon, Τετραλογία Β΄, Ἐξ ἀπολογίας ὃ ὕστερος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/antiphon/text-5/9-3

ἔχοντός γε δὴ τὴν δίκην τοῦ φονέως, οὐκ ἐὰν ἀπολύσητε ἡμᾶς, ἀλλʼ ἐὰν καταλάβητε, ἐνθύμιον ὑπολείψεσθε. ὁ μὲν γὰρ αὐτὸς τὰς αὑτοῦ ἁμαρτίας φέρων, οὐδενὶ οὐδὲν προστρόπαιον καταλείψει· ὁ δὲ καθαρὸς τῆς αἰτίας ὢν ἐὰν διαφθαρῇ, τοῖς καταλαμβάνουσι μεῖζον τὸ ἐνθύμιον γενήσεται. εἰ δὲ αὐθέντης ἐκ τῶν λεγομένων ἐπιδείκνυται, οὐχ ἡμεῖς αὐτῷ οἱ λέγοντες αἴτιοί ἐσμεν, ἀλλʼ ἡ πρᾶξις τῶν ἔργων.

---

Antiphon, Τετραλογία Β΄, ed. Kenneth John Maidment. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0028.tlg003.local001/.
