Ancient Greek · ~10 min
Column col2
Antonius Diogenes Scr. Erot., De incredibilibus vel Herpyllis (?) (fragmentum) (P. Dubl. C3) 2.1
Not analysed yet
ε̣[. .] ἐποχαῖς παραλίαις δ̣[.] ξ̣. . . . παρεκάλουν, δυσώρου τῆς καταστάς[εως οὔσης] καὶ γὰρ ἐλάνθα[ν]εν ἐν ἐπισημασία[ις] ν̣[. . . . . .] καθεστῶσα, μέ̣ν̣ε̣ι̣ν αὐτόθι τὴν ἐπ[ιοῦσαν] ἡμέ̣[ρ]α̣ν, ἐπιδοῦναί τ' ε[ἰς] εὐφ̣ροσύνην· [. . . . .] στατος δὲ εἰς κατοχὴν ἀπ̣[ο]δη̣μίας οἰωνὸ[ς] ἀ̣ν̣[δρὸς εὐ]φροσύνου μετά[κ]λησις· κἀγὼ μὲν [ἐβ]ου[λόμη]ν μένειν· τῶν δὲ κ̣υβερνητῶν στασι̣[αζόντων, ὁ μὲν ἡ]μέτερος ἠπ̣ε̣ί̣γετο πλεῖν, [ὁ δὲ τῆς μεγάλης νεὼς] σ̣υνετεκμαίρετο χειμῶνα πλ̣ε̣ῖ̣σ̣[τον καὶ ἴς]ως ἀνίκητον. ἔδοξεν οὖν πλεῖν· ἀσπασάμεν[οι] τοίνυν ἀλλήλ[ο]υς καὶ θρῆνον ἀλκυόνειον ἐγεί̣[ροντ]ες, εἰς τὴν ο[ἰ]κ̣ε̣[ί]α̣ν ἑκάτερος ἐμβάντε[ς] να̣ῦ̣ν ὠ[λο]φυρόμεθα, [σκ]οποῦντες ἀλλήλους φι̣[λή]μ̣ατά τ̣ε̣ τ̣α̣ῖ̣ς χερσὶ β[άλλο]ντες. ἡ μὲν οὖν με[γ]άλη ναῦς βραδύτερόν τι ἐ[ξ]ωπλίζετο, τάχιον δ' ἡμεῖς ἐξ[επ]λεύσαμεν. ἡ̣λ̣ίου δ' ὑπὸ μὲν τὸν ἔ̣κ̣π̣λ̣[ου]ν φ[α]ν̣έ̣ν̣[τος, αὐτίκα] δὲ ζοφεραῖς ἐγκρυβέντος νεφέλ[αι]ς, α[ἰ]φνίδιον κο[ῖ]λόν τε καὶ βραχὺ βροντήσα[ν]τος, ἡμεῖς μὲν οὐκέτ' ἀναστρέψαι μεταν̣ο̣οῦντες ἐδυνάμεθα, πυκνὸν γὰρ εἵπετο π̣νεῦ̣μ̣[α] κ̣α̣τ̣ό̣π̣ι̣ν̣· ἡ δ̣ὲ̣ τῆς . . [.] . υ̣λλίδος ἄκατος οὐκέτ' ἀν̣ή̣χ̣θη, κατέστη δ' ἀπὸ το̣ῦ̣ τείχους ἀνακαλουμέν[η]. πρὸς βραχὺ δ̣' ὁ̣ρῶντέ[ς ς]φας ἀφηρπαζόμεθα, πνε̣ῦ̣μα γὰρ ἄθρουν ἐγκ[ατέ]ρρηξεν ἀπηλι̣ω̣τ̣ι̣κ̣ὸ̣ν̣ ἀπ' αὐτοῦ τοῦ ἀ̣κ̣ρωτ̣[ηρίου] καὶ τὴν μὲν κεραίαν οὐκ ἦν παραβαλεῖν, ἐ̣[ναντ]ί̣αν γὰρ οὐκ ἴσχυε φέρειν ἡ πορθμὶς τὴν [θάλα]τταν· . . . . . . δὲ τὸ κέρας οὔριον ἔχοντες τ̣[ετα]μένοις τοῖς ἀκατίοις τοῦ προκειμένου μὲν . [. .] . τομεν δρόμου, παρὰ [δὲ] τὸν Λακτῆρα, χαλεπώ[τατον] ἀκρωτήριον, κατὰ τὸ Κ̣ρητικὸν ἐσυρόμ[ε]θ̣α πέλαγος, οὐδὲ τὴν Νίσυρον καθορᾶν ἔτι [δυν]άμενοι διὰ τὴν συννέφει̣αν̣· ἧς ἐφιέμε[νοι]. . . . . . . βλ̣έ̣πει̣ν̣ ἀ̣π̣ε̣τ̣ύ̣χομ̣εν. μετὰ [δὲ] ν̣ο̣σ̣ώ̣δει παραδόντες πελάγει τῶν μὲν ε[ἰ]ς [σωτ]η̣ρ̣ί̣αν οὐδ[ὲ]ν παρὸν ἑωρῶμεν, ὀλέθρου [δ' οὐ] [προ]σδοκία μόνο̣ν ἀλλὰ καὶ πόθος ἦν ἅπασιν. [ἤδη] γὰρ θ̣[ά]λαττα ἄ̣γ̣αν ἐκ πολλοῦ διαστήματος συρ̣[ομ]έ̣νη, πυκνῷ μὲν οὐκ [ἐτ]ρ̣αχύνετ[ο π]νεύματι, κοιλα[ι]νομένη δ' εἰς ἄπειρον ἐ̣ξ̣ ἴ̣σ̣ο̣υ̣ [ὄρες]ι̣ν̣ ἐκορυφοῦτο, μέλαινά τ' ἦν ὑπὸ ζόφου τοῦ περ̣[ιέχ]οντος ἐσκιασμένη· τὸ πνεῦμα τ' ἐ<ς> στ̣άσιν οὐ [. . πο]λεμίαν, γνοφ[ο]ειδῆ δέ, κυκλόθεν ἀδοκήτοις ἐ[ρρί]πιζον ἀῆ̣τ̣α̣ι πν̣ο̣ι̣αῖς, οἱ μὲν ψιλοὺς πνεύματ[ος] πρηστῆρα̣σ̣, οἱ̣ δ̣' ὄμβρους καθιέντες. ἅπας δ[ὲ κ]όσμος ἐν κύκλῳ περιεβροντᾶτο, πυκναὶ δὲ ἀν̣[τ]ήστραπτον ἀλλήλαις ἀπ' οὐρανοῦ λαμπάδες, ἀγχο̣[.] δὲ πολλάκις ἑωρ[ώ]με[ν] οὐρανόθεν πῦρ ἀπ[οτ]οξευόμ[ε]νον· ἦν δ̣' ἄ̣δηλ[ο]ν ε̣ἴ̣τ̣ε̣ νὺξ εἴθ' ἡμέρα καθειστή̣[κ]ει σκότους ὁμοι[ό]τητι· σ̣υ̣νεπληρούμεθα [δ' ὑ]πὸ τῆ[ς τ]ῶν κυμάτων ἐπιβολῆς καὶ τῆς τῶν γνόφων ἐ[πομ]βρίας· ἦ̣ν̣ δ' οὔτε γῆν [ἰ]δεῖν οὔτε οὐρανόν· πεπ̣υ̣[κας]μένη δὲ νυκτ[ὶ . . . . .] συνείχετο, καὶ ποτὲ μ[ὲ]ν κατόπιν ἡ μεγ̣[άλη πνοὴ] ἐφίστατ[ο, π]ο̣τ̣ὲ̣ δ' ἐν[ηρεί]δετο κῦμα· πολλά[κις δὲ κα]ὶ τῆς κεραίας ἐβάλλον[το] πυρσοὶ βραχεῖς [μέρος] ἐς ἑκάτερον. εἴτ' ἀς[τρ', ὡς] ἔφασκον οἱ να[ῦται Διος]κόρων προσωνυμίαν [βο]ῶ̣ντες, εἴτ' ἀστρ[οειδεῖς ς]πινθῆρες ὑπὸ τοῦ πνεύματος ῥιπιζό[μενοι, τὸ σα]φὲς μὲν ἀδύνατον εἰπ[εῖ]ν· προσεκύνου[ν δὲ καὶ] προσεύχοντο πάντες.