# Fragmenta 1-5

Apellas Sive Apollas Ponticus, Fragmenta, 1 to 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apellas-sive-apollas-ponticus/fragmenta/1

Ἀπελλᾶς δὲ ἐν τοῖς Δελφικοῖς δύο φησὶ γεγονέναι τὰ Παλλάδια, ἄμφω δ ̓ ὑπ ̓ ἀνθρώπων δεδημιουργῆσθαι. Ῥοδώπιδος ἀνάθημα. Ὀβελίσκοι ἐν Δελφοῖς πολλοί. Ἀπελλᾶς δὲ ὁ Ποντικὸς οἴεται καὶ ἐν Αἰγύπτῳ πυραμίδα, Ἡροδότου (ΙΙ, 134) ἐλέγχοντος τὴν δόξαν. Ἦν δὲ Θρᾷσσα τὸ γένος· ἐδούλευσε δὲ σὺν Αἰσώπῳ Ἰάδμονι Μυτιληναίῳ, ἐλυτρώσατο δὲ αὐτὴν Χάραξος, ὁ Σαπφοῦς ἀδελφός· ἡ δὲ Σαπφὼ Δωρίχαν αὐτὴν καλεῖ. Γογγυλίδας. Ταύτας Ἀπόλλας (sic) ἐν τῷ Περὶ τῶν ἐν Πελοποννήσῳ πόλεων ὑπὸ Λακεδαιμονίων γαστέρας φησὶ καλεῖσθαι. Ἀπολλᾶς (vgo Ἰόλαος) ἐν τῷ Περὶ τῶν Πελοποννησιακῶν πόλεων τὸ πήγανον ὑπὸ Πελοποννησίων ῥυτὴν καλεῖσθαί φησιν. Ἀπελλᾶς δὲ Λακεδαιμονίους φησὶ σέμελον τὸν κοχλίαν λέγειν.

---

APELLAS SIVE APOLLAS PONTICUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1162.tlg002.local002/.
