# Progymnasmata 87.8

Aphthonius, Progymnasmata, 87.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aphthonius/progymnasmata/87.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aphthonius/progymnasmata/87.8

107, 15.] θάλασσαν Lips. θάλασσαν rell. 108 τῆς κλοῦνος κορυφῇ περιεστήκασιν. καὶ πρὸν μέσην διελθεῖν* τὴν αὐλὴν ἰδρύται κατασκευάσμα διηρημένον πρὸς πύλας, ὅσαι τοῖς πάλαι θεοῖς ὀνομάζονται. δύο δὲ ὀβελιοὶ* ἀνεστήκασιν λίθινοι, καὶ κρήνη τῆς τῶν Πεισιστρατιδῶν ἄμεινον ἔχουσα. καὶ τὸ θαῦμα γέγονεν ἄπιστον* τῶν κατασκευασάντων ἔχον τὸν ἀριθμόν· ὥσπερ γὰρ ἐνὸς* οὐκ ἀρχοῦντος εἰς ποίησιν δημιουργοὶ τῆς ὅλης ἀκροπόλεως ὡφθῆσαν ἐπὶ δέκα δύο προσκεῖμενοι. Κατιόντι δὲ* τῆς ἀκροπόλεως τῇ μὲν ὁμαλὸς διαδέχεται χώρος σταδίῳ* προσεοικώς, ὁ καὶ τῷ χώρῳ γεγέννηται κλῖσις, τῇ δὲ* ἕτερος μὲν διηρημένος πρὸς ὁμοία, οὐ πρὸς ἴσον δὲ φρε*ρόμενος μέτρον. Τὸ μὲν δὴ κάλλος κρεῖττον ἢ λέγειν· εἰ δὲ* τι παρεῖται, ἐν παρευθῆκῃ γεγέννηται θαύματος· οἷς* γὰρ οὐκ ἤν εἰπεῖν παραλέλειπται.*

---

Aphthonius, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000287.
