# Ἐπιτομὴ 1.1-3

Apollodorus, Ἐπιτομὴ, 1.1 to 1.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollodorus-2/text-2/1.1

τρίτην ἔκτεινεν ἐν Κρομμυῶνι σῦν τὴν καλουμένην Φαιὰν ἀπὸ τῆς θρεψάσης γραὸς αὐτήν· ταύτην τινὲς Ἐχίδνης καὶ Τυφῶνος λέγουσι. τέταρτον ἔκτεινε Σκείρωνα τὸν Κορίνθιον τοῦ Πέλοπος, ὡς δὲ ἔνιοι Ποσειδῶνος. οὗτος ἐν τῇ Μεγαρικῇ κατέχων τὰς ἀφʼ ἑαυτοῦ κληθείσας πέτρας Σκειρωνίδας, ἠνάγκαζε τοὺς παριόντας νίζειν αὐτοῦ τοὺς πόδας, καὶ νίζοντας εἰς τὸν βυθὸν αὐτοὺς ἔρριπτε βορὰν ὑπερμεγέθει χελώνῃ. Θησεὺς δὲ ἁρπάσας αὐτὸν τῶν ποδῶν ἔρριψεν εἰς τὴν θάλασσαν. πέμπτον ἔκτεινεν ἐν Ἐλευσῖνι Κερκυόνα τὸν Βράγχου καὶ Ἀργιόπης νύμφης. οὗτος ἠνάγκαζε τοὺς παριόντας παλαίειν καὶ παλαίων ἀνῄρει· Θησεὺς δὲ αὐτὸν μετέωρον ἀράμενος ἔρραξεν εἰς γῆν.

---

Apollodorus, Ἐπιτομὴ, ed. Sir James George Frazer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0548.tlg002.local001/.
