# Ἐπιτομὴ 1.13-18

Apollodorus, Ἐπιτομὴ, 1.13 to 1.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollodorus-2/text-2/1.13

Ἴκαρος δὲ ἀμελήσας τῶν τοῦ πατρὸς ἐντολῶν ψυχαγωγούμενος ἀεὶ μετέωρος ἐφέρετο· τακείσης δὲ τῆς κόλλης πεσὼν εἰς τὴν ἀπʼ ἐκείνου κληθεῖσαν Ἰκαρίαν θάλασσαν ἀπέθανε. Δαίδαλος δὲ διασώζεται εἰς Κάμικον τῆς Σικελίας . Δαίδαλον δὲ ἐδίωκε Μίνως, καὶ καθʼ ἑκάστην χώραν ἐρευνῶν ἐκόμιζε κόχλον, καὶ πολὺν ἐπηγγέλλετο δώσειν μισθὸν τῷ διὰ τοῦ κοχλίου λίνον διείραντι, διὰ τούτου νομίζων εὑρήσειν Δαίδαλον. ἐλθὼν δὲ εἰς Κάμικον τῆς Σικελίας παρὰ Κώκαλον, παρʼ ᾧ Δαίδαλος ἐκρύπτετο, δείκνυσι τὸν κοχλίαν. ὁ δὲ λαβὼν ἐπηγγέλλετο διείρειν καὶ Δαιδάλῳ δίδωσιν· ὁ δὲ ἐξάψας μύρμηκος λίνον καὶ τρήσας τὸν κοχλίαν εἴασε διʼ αὐτοῦ διελθεῖν. λαβὼν δὲ Μίνως τὸ λίνον διειρμένον ᾔσθετο ὄντα παρʼ ἐκείνῳ Δαίδαλον, καὶ εὐθέως ἀπῄτει. Κώκαλος δὲ ὑποσχόμενος ἐκδώσειν ἐξένισεν αὐτόν· ὁ δὲ λουσάμενος ὑπὸ τῶν Κωκάλου θυγατέρων ἔκλυτος ἐγένετο· ὡς δὲ ἔνιοί φασι, ζεστῷ καταχυθεὶς μετήλλαξεν. συστρατευσάμενος δὲ ἐπὶ Ἀμαζόνας Ἡρακλεῖ ἥρπασεν Ἀντιόπην, ὡς δέ τινες Μελανίππην, Σιμωνίδης δὲ Ἱππολύτην. διὸ ἐστράτευσαν ἐπʼ Ἀθήνας Ἀμαζόνες. καὶ στρατοπεδευσαμένας αὐτὰς περὶ τὸν Ἄρειον πάγον Θησεὺς μετὰ Ἀθηναίων ἐνίκησεν.ἔχων δὲ ἐκ τῆς Ἀμαζόνος παῖδα Ἱππόλυτον, λαμβάνει μετὰ ταῦτα παρὰ Δευκαλίωνος Φαίδραν τὴν Μίνωος θυγατέρα,ἧς ἐπιτελουμένων τῶν γάμων Ἀμαζὼν ἡ προγαμηθεῖσα Θησεῖ τοὺς συγκατακειμένους σὺν ταῖς μεθʼ ἑαυτῆς Ἀμαζόσιν ἐπιστᾶσα σὺν ὅπλοις κτείνειν ἔμελλεν. οἱ δὲ κλείσαντες διὰ τάχους τὰς θύρας ἀπέκτειναν αὐτὴν. τινὲς δὲ μαχομένην αὐτὴν ὑπὸ Θησέως λέγουσιν ἀποθανεῖν. Φαίδρα δὲ γεννήσασα Θησεῖ δύο παιδία Ἀκάμαντα καὶ Δημοφῶντα ἐρᾷ τοῦ ἐκ τῆς Ἀμαζόνος παιδὸς καὶ δεῖται συνελθεῖν αὐτῇ. ὁ δὲ μισῶν πάσας γυναῖκας τὴν συνουσίαν ἔφυγεν. ἡ δὲ Φαίδρα, δείσασα μὴ τῷ πατρὶ διαβάλῃ, κατασχίσασα τὰς τοῦ θαλάμου θύρας καὶ τὰς ἐσθῆτας σπαράξασα κατεψεύσατο Ἱππολύτου βίαν.

---

Apollodorus, Ἐπιτομὴ, ed. Sir James George Frazer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0548.tlg002.local001/.
