Ancient Greek
Chapter 1
Apollodorus, Ἐπιτομὴ 1.4
Not analysed yet
ἕκτον ἀπέκτεινε Δαμάστην, ὃν ἔνιοι Πολυπήμονα λέγουσιν. οὗτος τὴν οἴκησιν ἔχων παρʼ ὁδὸν ἐστόρεσε δύο κλίνας, μίαν μὲν μικράν, ἑτέραν δὲ μεγάλην, καὶ τοὺς παριόντας ἐπὶ ξένια καλῶν τοὺς μὲν βραχεῖς ἐπὶ τῆς μεγάλης κατακλίνων σφύραις ἔτυπτεν, ἵνʼ ἐξισωθῶσι τῇ κλίνῃ, τοὺς δὲ μεγάλους ἐπὶ τῆς μικρᾶς, καὶ τὰ ὑπερέχοντα τοῦ σώματος ἀπέπριζε. καθάρας οὖν Θησεὺς τὴν ὁδὸν ἧκεν εἰς Ἀθήνας.