Ancient Greek
2.2 to 2.4
Apollodorus, Ἐπιτομὴ 2.2-4
Not analysed yet
ὅτι Βροτέας κυνηγὸς ὢν τὴν Ἄρτεμιν οὐκ ἐτίμα· ἔλεγε δέ, ὡς οὐδʼ ἂν ὑπὸ πυρός τι πάθοι· ἐμμανὴς οὖν γενόμενος ἔβαλεν εἰς πῦρ ἑαυτόν. ὅτι Πέλοψ σφαγεὶς ἐν τῷ τῶν θεῶν ἐράνῳ καὶ καθεψηθεὶς ὡραιότερος ἐν τῇ ἀναζωώσει γέγονε, καὶ κάλλει διενεγκὼν Ποσειδῶνος ἐρώμενος γίνεται, ὃς αὐτῷ δίδωσιν ἅρμα ὑπόπτερον· τοῦτο καὶ διὰ θαλάσσης τρέχον τοὺς ἄξονας οὐχ ὑγραίνετο. τοῦ δὲ βασιλεύοντος Πίσης Οἰνομάου θυγατέρα ἔχοντος Ἱπποδάμειαν, καὶ εἴτε αὐτῆς ἐρῶντος, ὥς τινες λέγουσιν, εἴτε χρησμὸν ἔχοντος τελευτῆσαι ὑπὸ τοῦ γήμαντος αὐτήν, οὐδεὶς αὐτὴν ἐλάμβανεν εἰς γυναῖκα· ὁ μὲν γὰρ πατὴρ οὐκ ἔπειθεν αὑτῷ συνελθεῖν, οἱ δὲ μνηστευόμενοι ἀνῃροῦντο ὑπʼ αὐτοῦ.