# Ἐπιτομὴ 2.5

Apollodorus, Ἐπιτομὴ, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollodorus-2/text-2/2.5

ἔχων γὰρ ὅπλα τε καὶ ἵππους παρὰ Ἄρεος ἆθλον ἐτίθει τοῖς μνηστῆρσι τὸν γάμον, καὶ τὸν μνηστευόμενον ἔδει ἀναλαβόντα τὴν Ἱπποδάμειαν εἰς τὸ οἰκεῖον ἅρμα φεύγειν ἄχρι τοῦ Κορινθίων ἰσθμοῦ, τὸν δὲ Οἰνόμαον εὐθέως διώκειν καθωπλισμένον καὶ καταλαβόντα κτείνειν· τὸν δὲ μὴ καταληφθέντα ἔχειν γυναῖκα τὴν Ἱπποδάμειαν. καὶ τοῦτον τὸν τρόπον πολλοὺς μνηστευομένους ἀπέκτεινεν, ὡς δέ τινες λέγουσι δώδεκα· τὰς δὲ κεφαλὰς τῶν μνηστήρων ἐκτεμὼν τῇ οἰκίᾳ προσεπαττάλευε.

---

Apollodorus, Ἐπιτομὴ, ed. Sir James George Frazer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0548.tlg002.local001/.
