Ancient Greek
2.6 to 2.11
Apollodorus, Ἐπιτομὴ 2.6-11
Not analysed yet
παραγίνεται τοίνυν καὶ Πέλοψ ἐπὶ τὴν μνηστείαν· οὗ τὸ κάλλος ἰδοῦσα ἡ Ἱπποδάμεια ἔρωτα ἔσχεν αὐτοῦ, καὶ πείθει Μυρτίλον τὸν Ἑρμοῦ παῖδα συλλαβέσθαι αὐτῷ· ἦν δὲ Μυρτίλος ἡνίοχος Οἰνομάου. Μυρτίλος οὖν ἐρῶν αὐτῆς καὶ βουλόμενος αὐτῇ χαρίσασθαι, ταῖς χοινικίσι τῶν τροχῶν τοὺς ἥλους οὐκ ἐμβαλὼν ἐποίησε τὸν Οἰνόμαον ἐν τῷ τρέχειν ἡττηθῆναι καὶ ταῖς ἡνίαις συμπλακέντα συρόμενον ἀποθανεῖν, κατὰ δέ τινας ἀναιρεθῆναι ὑπὸ τοῦ Πέλοπος· ὃ ἐν τῷ ἀποθνήσκειν κατηράσατο τῷ Μυρτίλῳ γνοὺς τὴν ἐπιβουλήν, ἵνα ὑπὸ Πέλοπος ἀπόληται. λαβὼν οὖν Πέλοψ τὴν Ἱπποδάμειαν καὶ διερχόμενος ἐν τόπῳ τινί, τὸν Μυρτίλον ἔχων μεθʼ ἑαυτοῦ, μικρὸν ἀναχωρεῖ κομίσων ὕδωρ διψώσῃ τῇ γυναικί· Μυρτίλος δὲ ἐν τούτῳ βιάζειν αὐτὴν ἐπεχείρει. μαθὼν δὲ τοῦτο παρʼ αὐτῆς ὁ Πέλοψ ῥίπτει τὸν Μυρτίλον περὶ Γεραιστὸν ἀκρωτήριον εἰς τὸ ἀπʼ ἐκείνου κληθὲν Μυρτῷον πέλαγος· ὁ δὲ ῥιπτούμενος ἀρὰς ἔθετο κατὰ τοῦ Πέλοπος γένους. παραγενόμενος δὲ Πέλοψ ἐπʼ ὠκεανὸν καὶ ἁγνισθεὶς ὑπὸ Ἡφαίστου, ἐπανελθὼν εἰς Πῖσαν τῆς Ἤλιδος τὴν Οἰνομάου βασιλείαν λαμβάνει, χειρωσάμενος τὴν πρότερον Ἀπίαν καὶ Πελασγιῶτιν λεγομένην, ἣν ἀφʼ ἑαυτοῦ Πελοπόννησον ἐκάλεσεν. ὅτι υἱοὶ Πέλοπος Πιτθεὺς Ἀτρεὺς Θυέστης καὶ ἕτεροι· γυνὴ δὲ Ἀτρέως Ἀερόπη τοῦ Κατρέως, ἥτις ἤρα Θυέστου. ὁ δὲ Ἀτρεὺς εὐξάμενός ποτε τῶν αὑτοῦ ποιμνίων, ὅπερ ἂν κάλλιστον γένηται, τοῦτο θῦσαι Ἀρτέμιδι, λέγουσιν ἀρνὸς φανείσης χρυσῆς ὅτι κατημέλησε τῆς εὐχῆς· πνίξας δὲ αὐτὴν εἰς λάρνακα κατέθετο κἀκεῖ ἐφύλασσε ταύτην· ἣν Ἀερόπη δίδωσι τῷ Θυέστῃ μοιχευθεῖσα ὑπʼ αὐτοῦ. χρησμοῦ γὰρ γεγονότος τοῖς Μυκηναίοις ἑλέσθαι βασιλέα Πελοπίδην, μετεπέμψαντο Ἀτρέα καὶ Θυέστην. λόγου δὲ γενομένου περὶ τῆς βασιλείας ἐξεῖπε Θυέστης τῷ πλήθει τὴν βασιλείαν δεῖν ἔχειν τὸν ἔχοντα τὴν ἄρνα τὴν χρυσῆν· συνθεμένου δὲ τοῦ Ἀτρέως δείξας ἐβασίλευσε.