# Ἐπιτομὴ 3.13-16

Apollodorus, Ἐπιτομὴ, 3.13 to 3.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollodorus-2/text-2/3.13

Κρητῶν Ἰδομενεὺς Δευκαλίωνος μ. Ῥοδίων Τληπόλεμος Ἡρακλέους καὶ Ἀστυόχης ναῦς θ. Συμαίων Νιρεὺς Χαρόπου ναῦς γ. Κώων Φείδιππος καὶ Ἄντιφος οἱ Θεσσαλοῦ λ. Μυρμιδόνων Ἀχιλλεὺς Πηλέως καὶ Θέτιδος ν. ἐκ Φυλάκης Πρωτεσίλαος Ἰφίκλου μ. Φεραίων Εὔμηλος Ἀδμήτου ια. Ὀλιζώνων Φιλοκτήτης Ποίαντος ζ. Αἰνιάνων Γουνεὺς Ὠκύτου κβ. Τρικκαίων Ποδαλείριος λ. Ὀρμενίων Εὐρύπυλοςναῦς μ. Γυρτωνίων Πολυποίτης Πειρίθου λ. Μαγνήτων Πρόθοος Τενθρήδονοςμ. νῆες μὲν οὖν αἱ πᾶσαι ,αιγ, ἡγεμόνες δὲ μγ, ἡγεμόνειαι δὲ λ· ὅτι ὄντος ἐν Αὐλίδι τοῦ στρατεύματος, θυσίας γενομένης Ἀπόλλωνι, ὁρμήσας δράκων ἐκ τοῦ βωμοῦ παρὰ τὴν πλησίον πλάτανον, οὔσης ἐν αὐτῇ νεοττιᾶς, τοὺς ἐν αὐτῇ καταναλώσας στρουθοὺς ὀκτὼ σὺν τῇ μητρὶ ἐνάτῃ λίθος ἐγένετο. Κάλχας δὲ εἰπὼν κατὰ Διὸς βούλησιν γεγονέναι αὐτοῖς τὸ σημεῖον τοῦτο, τεκμηράμενος ἐκ τῶν γεγονότων ἔφη δεκαετεῖ χρόνῳ δεῖν Τροίαν ἁλῶναι. καὶ πλεῖν παρεσκευάζοντο ἐπὶ Τροίαν. Ἀγαμέμνων οὖν αὐτὸς ἡγεμὼν τοῦ σύμπαντος στρατοῦ ἦν, ἐναυάρχει δʼ Ἀχιλλεὺς πεντεκαιδεκαέτης τυγχάνων.

---

Apollodorus, Ἐπιτομὴ, ed. Sir James George Frazer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0548.tlg002.local001/.
