# Ἐπιτομὴ 3.7-11

Apollodorus, Ἐπιτομὴ, 3.7 to 3.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollodorus-2/text-2/3.7

ὁ δὲ οὐ βουλόμενος στρατεύεσθαι προσποιεῖται μανίαν. Παλαμήδης δὲ ὁ Ναυπλίου ἤλεγξε τὴν μανίαν ψευδῆ, καὶ προσποιησαμένῳ μεμηνέναι παρηκολούθει· ἁρπάσας δὲ Τηλέμαχον ἐκ τοῦ κόλπου τῆς Πηνελόπης ὡς κτενῶν ἐξιφούλκει. Ὀδυσσεὺς δὲ περὶ τοῦ παιδὸς εὐλαβηθεὶς ὡμολόγησε τὴν προσποίητον μανίαν καὶ στρατεύεται. ὅτι Ὀδυσσεὺς λαβὼν αἰχμάλωτον Φρύγα ἠνάγκασε γράψαι περὶ προδοσίας ὡς παρὰ Πριάμου πρὸς Παλαμήδην· καὶ χώσας ἐν ταῖς σκηναῖς αὐτοῦ χρυσὸν τὴν δέλτον ἔρριψεν ἐν τῷ στρατοπέδῳ. Ἀγαμέμνων δὲ ἀναγνοὺς καὶ εὑρὼν τὸν χρυσόν, τοῖς συμμάχοις αὐτὸν ὡς προδότην παρέδωκε καταλεῦσαι. ὅτι Μενέλαος σὺν Ὀδυσσεῖ καὶ Ταλθυβίῳ πρὸς Κινύραν εἰς Κύπρον ἐλθόντες συμμαχεῖν ἔπειθον· ὁ δὲ Ἀγαμέμνονι μὲν οὐ παρόντι θώρακας ἐδωρήσατο, ὀμόσας δὲ πέμψειν πεντήκοντα ναῦς, μίαν πέμψας, ἧς ἦρχενὁ Μυγδαλίωνος, καὶ τὰς λοιπὰς ἐκ γῆς πλάσας μεθῆκεν εἰς τὸ πέλαγος. ὅτι θυγατέρες Ἀνίου τοῦ Ἀπόλλωνος Ἐλαῒς Σπερμὼ Οἰνώ, αἱ Οἰνότροφοι λεγόμεναι· αἷς ἐχαρίσατο Διόνυσος ποιεῖν ἐκ γῆς ἔλαιον σῖτον οἶνον. συνηθροίζετο δὲ ὁ στρατὸς ἐν Αὐλίδι. οἱ δὲ στρατεύσαντες ἐπὶ Τροίαν ἦσαν οἵδε. Βοιωτῶν μὲν ἡγεμόνες δέκα· ἦγον ναῦς μ. Ὀρχομενίων δ· ἦγον ναῦς λ. Φωκέων ἡγεμόνες δ· ἦγον ναῦς μ. Λοκρῶν Αἴας Ὀιλέως· ἦγε ναῦς μ. Εὐβοέων Ἐλεφήνωρ Χαλκώδοντος καὶ Ἀλκυόνης· ἦγε ναῦς μ. Ἀθηναίων Μενεσθεύς· ἦγε ναῦς ν.

---

Apollodorus, Ἐπιτομὴ, ed. Sir James George Frazer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0548.tlg002.local001/.
